ὀφθαλμῷ οὐ βλέπει. διὸ Αἰσχύλος φησιν «ὄμμα παραβαλὼν θύννου δίκην», ὃ σημειωτέον εἰς τὰς παραβλῶπας Λιτάς. δηλοῖ γὰρ στραβάς, ὡς καὶ ἐκεῖ ἐρρέθη, αὐτὰς εἶναι, οἷα, ὡς νῦν ἐγράφη, ὄμματα παραβαλλούσας. ἀλλ' οἱ μὲν θύννοι οὗτοι ἐρρέτωσαν ἐς δρύας.] (ῃ. 399) Ἠπύειν δὲ οὐ μόνον ἐπ' ἀνθρώπων, ὅθεν καὶ ἠπύτα κῆρυξ, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ἀνέμου, ἀλλαχοῦ δὲ καὶ ἐπὶ πολέμου, ὡς ἔστι νοεῖν ἐκ τοῦ «βριήπυος Ἄρης». Βρέμεσθαι δέ, φασί, λέγει τὸν ἄνεμον ὁ ποιητὴς καὶ ταῦτα τῆς λέξεως κυρίως ἐπὶ πυρὸς λεγομένης, ἐπεί, φασί, καὶ αὐτὸς συγγενές τι ἔχει τῷ πυρὶ ἐκ παρατρίψεως καίων τὰ δένδρα. Γλυκύτερον δὲ τὸ «χαλεπαίνων ἄνεμος» ἤπερ τὸ «πνοιῇ ἀλεγεινῇ». [(ῃ. 400) Τῷ δὲ ἀλαλητῷ ὅν, ὡς εἴρηται, φωνὴν ἡρμήνευσεν Ὅμηρος, καὶ ἡ ἀλαλὴ παρακεῖσθαι δοκεῖ, ὅπερ ἐστὶ στρατιωτικὸς ἀλαλαγμός, ὃν ἀλαλὰν λέγουσιν οἱ ∆ωριεῖς, βοὴν οὖσαν πρὸ μάχης. χρῆσις δὲ αὐτῆς ἐν τῷ «κλῦθ' Ἀλαλά, Πολέμου θύγατερ, ἐγχέων προοίμιον».] (ῃ. 402-6) Ὅτι εἰπόντος Ὁμήρου, ὡς «Αἴαντος πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ' ἀφάμαρτε, τῇ ῥα», ἤγουν ἔνθα δή, «δύο τελαμῶνε περὶ στήθεσσι τετάσθην, ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου. τὼ οἱ» ἤγουν οἳ αὐτῷ τῷ Αἴαντι, «ῥυσάσθην», ὅ ἐστιν ἐφύλαξαν καὶ περιεσώσαντο, «τέρενα χρόα», ὑπονοοῦσί τινες ἄνευ 3.670 θώρακος μάχεσθαι τὸν ἥρωα. οὐ γὰρ ἄν, φασί, τοὺς τελαμῶνας μόνους εἶπε ῥύσασθαι τὸν Αἴαντα, εἰ καὶ θωρακοφόρος ἦν, ἀλλ' ἐμνήσθη ἂν καὶ τοῦ θώρακος. γέγονε δέ, φασίν, ἡ βολὴ κατὰ τὴν ἀριστερὰν κλεῖν, ὅπου οἱ τελαμῶνες συμπίπτοντες ἐπεπτύσσοντο. εἰ δὲ οἱ τελαμῶνες ἐρύσαντο, καθὰ ἐρρέθη, σημείωσαι καὶ ἐκ τούτου ὅτι τρωτὸς ὅλον ἦν ὁ Αἴας τὸ σῶμα, καὶ οὐ μόνα τὰ περὶ μασχάλην κατὰ Αἰσχύλον καὶ ἄλλους. δῆλον γὰρ ὡς, εἰ μὴ αὐτοὶ ἐρύσαντο, κατηκοντίσθη ἄν. διὸ καὶ μονομαχοῦντι αὐτῷ πρὸς ∆ιομήδην ἐν τῷ Ἐπιταφίῳ περιέδεισαν οἱ Ἀχαιοί, ὡς πολλαχοῦ δυναμένῳ πληγῆναι. ἡ δὲ ὑπόνοια τοῦ μὴ διόλου τρωτὸν αὐτὸν εἶναι ἦλθεν ἐκ τοῦ μηδέποτε παρ' Ὁμήρῳ τετρῶσθαι αὐτόν. Πολὺς δὲ πάντως ὁ Αἴας, εἰ μόνος ἄρτι τῶν Ἑλληνικῶν ἀριστέων ποιήσει, ἅπερ ὁ ποιητὴς ἐρεῖ προϊὼν «μεγάλα ἔργα», καὶ ταῦτα οὐδὲ ῥοπῇ δαιμονίᾳ τινὶ ἀλλ' ἐξ οἰκείας ἀρετῆς. Ἱστόρηται δὲ καὶ πηλῷ βάλλεσθαι αὐτὸν ὑπὸ Τρώων [ὡς οἷα προπηλακιζόμενον, καθά τις ἂν εἴποι τολμήσας,] εἴ πως οὕτω γοῦν βαρυνθεὶς πέσῃ, ἀποσεισάμενον δὲ τὸν πηλὸν δύο ποιῆσαι κολωνούς. φασὶ δὲ καί, ὡς οὐκ ἐβοηθεῖτο ὑπ' Ἀθηνᾶς ὅλως ὁ Αἴας διά τε τὸ ἀλαζονεύσασθαι κατ' αὐτῆς, ὡς δηλοῖ ὁ Σοφοκλῆς, καὶ διότι δὲ γλαῦκα τῆς οἰκείας ἀσπίδος ἐξέκοψεν, ἱερὰν οὖσαν τῇ Ἀθηνᾷ. Ἰστέον δὲ καὶ ὅτι οὐ μόνον γλαῦξ ἱέρωται Ἀθηνᾷ, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐτέθη, ἀλλὰ καί τι εἶδος ἐρῳδιοῦ, καθὰ δηλοῖ καὶ ὁ ποιητὴς ἐν τῷ «τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθήνη», εἰ καὶ ἄλλως ἀφροδίσιον ὄρνεον ὁ ἐρῳδιὸς εἶναι δοκεῖ κατ' ἄλλο εἶδος ἐρῳδιοῦ. ∆ιὸ οὐ μόνον ἀπὸ τοῦ ἕλος γίνεται ἑλοιδιός, καὶ ἐκτάσει τοῦ ˉο εἰς ˉω καὶ τροπῇ τοῦ ˉλ εἰς ˉρ κατὰ τὸ θλῶ θλαύω καὶ θραύω ἐρῳδιός μετὰ προσγεγραμμένου τοῦ ˉι ὡς ἐν ἕλεσι διάγων, εἰ καὶ Κλαυδιανός, φασίν, ὁ φιλόσοφος ἀντιλέγει, ἐν οἷς καταλέγει τῆς ὀρθογραφίας, ἀλλὰ καὶ ἀπὸ τοῦ ἔρως ἔρωτος ἐρωτίδιος, καὶ ἀποβολῇ τοῦ ˉτ ἐρωΐδιος, καὶ συναιρέσει ἐρῴδιος, καὶ κατὰ ἀκολούθησιν τὴν ἐπὶ ὀρνέων τοῦ αἰγυπιός, χαραδριός, οὕτω 3.671 καὶ ἐρῳδιὸς κατὰ τόνον ὀξύν. Ἰστέον δὲ καὶ ὅτι ἄλλος μέν τις τελαμώνων ἐπιμνησθείς, οἳ τὸν Αἴαντα ἔσωσαν, ἴσως ἂν εὐθὺς καὶ Τελαμωνιάδην προσέφη τὸν Αἴαντα, ὡραϊσμόν τινα τῷ λόγῳ τεχνώμενος. ἢ καὶ ἄλλως πως ἂν τὸν ἥρωα Τελαμῶνα ἐκεῖνος προσεχῶς αὐτίκα παρέρριψε γοητεύων τῇ ἐξ ὁμωνυμίας παρηχήσει τὸν ἀκροατήν, Ὁμήρῳ δὲ γελοιασμὸς δοκεῖ ὁ τοιοῦτος οὐκ ἀγαθὸς γάργαλος. διὸ καὶ τέως σιγήσας τὴν λέξιν μετὰ τέσσαρας αὐτὴν στίχους τίθησιν, εἰπὼν «τὸν μὲν ἀπιόντα μέγας Τελαμώνιος Αἴας βεβλήκει». (ῃ. 404) Ὅρα δὲ ὡς οὐδὲ τὸ τοῦ Αἴαντος σάκος πόρπακα εἶχεν, ἀλλὰ τελαμῶνος ἤρτητο, ἴσως δὲ καὶ κανόνι μετήγετο. Κᾶρες δέ, ὡς καὶ προερρέθη, τοὺς πόρπακας εὗρον, οἵπερ ἦσαν, ὡς