199
παροδικῶς ἐκ παλαιᾶς καὶ νέας. τὸ δὲ ἀρνεῖσθαι ἀδιά φορόν φησιν, ὅτι ὁ μὲν νοήσας τῷ στόματι ἐν ἀνάγκαις ἀρνήσεται, τῇ δὲ καρδίᾳ οὐχί. φέρουσιν αὐτοὶ καὶ βίβλον ἐξ οὐρανοῦ μυθεύοντες πεπτωκέ ναι, ἧς ὁ ἀκηκοὼς ἄφεσιν λήψεται πταισμάτων ἄλλην παρ' ἣν ὁ κύριος ἡμῶν ἐχαρίσατο ἡμῖν, τερατευόμενοι. Φίλιππος οὖν κρατήσας Ῥωμαίων ἔτη ζʹ μετὰ τὴν εἰς Σαπώρην τὸν Περ σῶν βασιλέα σπονδὴν ἀναζεύγνυσιν ἐν Ῥώμῃ, καὶ πολεμεῖ πρὸς ∆έκιον αὐτοκράτορα παρὰ τῶν στρατευμάτων ἀναρρηθέντα, ἡνίκα καὶ ἀναιρεῖται. ∆έκιος δὲ τὴν ἀρχὴν διαδεξάμενος δύο ἔτη διὰ τὸ πρὸς Φίλιππον ἔχθος πικρὸν ἤγειρε κατὰ Χριστιανῶν διωγμόν, ἐν ᾧ Φαβιανὸς ἐπὶ τῆς Ῥώ μης ὁ ταύτης ἐπίσκοπος τὸν μαρτυρικὸν ἀνεδήσατο στέφανον, Βαβυλᾶς τε κατὰ τὴν Ἀντιόχειαν ἐπισκοπῶν, καὶ Ἱεροσολύμων Ἀλέξανδρος ὁἱερὸς τὸ δεύτερον παραστὰς ἡγεμονικοῖς βήμασιν ἐπὶ τῆς εἱρκτῆς τελευτᾷ. Τότε καὶ Κυπριανὸς διαπρέπων ἔργοις καὶ λόγοις θεοσεβείας, ὁ μέγας Καρθαγένης ἐπίσκοπος, τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ τελειοῦται. Ἀντιοχείας ιβʹ ἐπίσκοπος Βαβυλᾶς μάρτυς ἔτη ιγʹ. Ἀλεξανδρείας ιγʹ ἐπίσκοπος Ἡρακλᾶς ἔτη ιςʹ. Ἱεροσολύμων λςʹ ἐπίσκοπος Ἀλέξανδρος, ὁ καὶ μάρτυς, ἔτη ιεʹ.
445 ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΜ∆ Τῆς θείας σαρκώσεως ἔτη σμδʹ Ῥωμαίων κδʹ
ἐβασίλευσε ∆έκιος ἔτη βʹ. Ῥώμης καʹ ἐπίσκοπος Κορνήλιος ἔτη γʹ. Ἀντιοχείας ιγʹ ἐπίσκοπος Φαβιανὸς ἔτη θʹ. Ἀλεξανδρείας ιδʹ ἐπίσκοπος ∆ιονύσιος ἔτη ιζʹ. Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ. ∆εκίου Φίλιππον ἀνελόντος ἅμα τοῖς παισὶ καὶ τὸν κατὰ Χριστιανῶν διωγμὸν ἐξάψαντος οἱ τῶν ἐπισήμων ἐκκλησιῶν τῆς οἰκουμένης, ὡς προ εσήμανται, ἱεράρχαι τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ κατεστέφθησαν, Φα βιανὸς μὲν τῆς Ῥωμαίων ἁγιωτάτης ἐκκλησίας, Βαβυλᾶς δὲ τῆς Ἀντιοχέων, καὶ ὁ Ἱεροσολύμων ἱερώτατος Ἀλέξανδρος δὶς παραστὰς τυραννικοῖς βήμασι καὶ τελευτήσας ἐν τῇ φρουρᾷ μετὰ πεπαρρησιασμένην καὶ ἀξιόθεον ὁμολογίαν. Ἐπὶ τούτοις καὶ Κυπριανὸς ὁ μέγας Καρθαγένης ἐπίσκοπος πλείστοις ἱεροῖς λόγοις καὶ ἐπιστάλμασιν ὑπαλείψας πολλοὺς ἐν τῷ αὐτῷ κατὰ ∆έκιον διωγμῷ καὶ μάρτυρας προθύμως πείσας γενέσθαι τῷ ὑπὲρ τοῦ κυρίου μαρτυρίῳ τελειοῦται, πολλὰ τῷ ἀρχεκάκῳ δράκοντι ἀντιπαλαίσας, ὡς ἡ κατ' αὐτὸν συγγραφὴ δηλοῖ, τῆς κατὰ Ἰουστίναν τὴν ἁγίαν καλλιπάρθε νον δαιμονιώδους προσβολῆς δηλοῦσα τὸ ἀδρανὲς καὶ τῆς αὐτοῦ πρὸς θεὸν προφανοῦς ἐξαγορεύσεως τὸ ἀνυπόκριτον. Πολλῶν δὲ καὶ ἄλλων τελειωθέντων ὑπὲρ Χριστοῦ ἐν τῷ αὐτῷ διωγμῷ, ὧν τὰ ὀνόματα μόνος ὁ μαρτυρηθεὶς ὑπ' αὐτῶν κύριος οἶδεν, Ὠριγένης αὐχῶν ἐπὶ λόγοις σεσοφισμένοις καὶ μύθοις Ἑλληνικοῖς ἀπελείφθη τοῦ τηλικούτου στεφάνου, οὐδὲν διὰ θείας χρηστότητος, ἀλλὰ δι' ὑπερήφανον καὶ αὐτοπεποίθητον γνώμην. ἀλλὰ ταῦτα Εὐσεβίῳ τῷ Καισαρεῖ οὐ δοκεῖ, ὃς μείζω πάντων ἁγίων καὶ διδασκάλων αὐτὸν ἀποδεῖξαι σπουδάζων ἐν 446 ἕκτῳ τῆς ἐκκλησιαστικῆς αὐτοῦ ἱστορίας λόγῳ ὁμοφρονῶν αὐτῷ πολλοῖς ἐγκωμίοις αὐτὸν ἐνυβρίζει, μὴ εἰδὼς ἃ λέγει ἢ περὶ ὧν διαβεβαιοῦται. πάνυ γὰρ ὀλίγον περὶ τῶν κατὰ τούσδε τοὺς χρόνους ἱερῶν καὶ μακαρίων πατέρων ἐπιμνησθείς, Κλήμεντος λέγω τοῦ Στρωματέως, Ἱππολύτου τοῦ ἱερομάρτυρος, Ἀφρικανοῦ τοῦ ἱστορικοῦ, ∆ιονυσίου τοῦ μεγάλου Ἀλεξανδρείας καὶ ἄλλων, μόνου τοῦ ματαιόφρονος Ὠριγένους τὴν ἐκ παιδὸς ἀναγωγὴν ἐκθειάζει μέχρι τῆς ἐν τῷ μαρτυρίῳ λειποτακτήσεως. Φα βιανοῦ τε γὰρ τοῦ λεχθέντος ἱερομάρτυρος καὶ ἐπισκόπου Ῥώμης πέρι καὶ Βαβυλᾶ τοῦ Ἀντιοχείας καὶ Ἀλεξάνδρου Ἱεροσολύμων ἐν ὀλίγοιςδιεξῆλθε τοῖς ῥήμασιν, ἐπὶ δὲ τὸν ὁμόφρονα ἐλθὼν Ὠριγένην πλεῖστα προεγκωμιάσας τὸν θεοκατάρατον ὧδέ που προστίθησι φήσας· Τὰ μὲν οὖν Ὠριγένει κατὰ τὸν διωγμὸν ξυμβάντα οἷα καὶ ὅσα καὶ ὁποίας ἔτυχε τελευτῆς, τοῦ πονηροῦ δαίμονος ἐφαμίλλως τῷ ἀνδρὶ πανστρατιᾷ πα