199
ἔσχον, αὐτῶν ἀπαγγειλάντων τῶν πραξάντων, διὰ τὸ πολλὰς καὶ συνεχεῖς ἐφ' ἅπαντα τὸν τοῦ πολέμου χρόνον τὰς μεταβολὰς ὑπομεμενηκέναι· ὥστε εἰκὸς μὴ τῶν πραττομένων μόνον, ἀλλὰ καὶ βουλευμάτων ἀποῤῥήτων καὶ δόλων καὶ ἐπιβουλῶν καὶ ὅλως πάντων καὶ τῶν πραττομένων φανερῶς καὶ τῶν ἀφανῶς κατασκευαζομένων ἀγνοεῖν μηδέν. οὐ μὴν ἀλλ' ὅπερ ἔφην ἐξαρχῆς, οὐδὲ τῆς ἀληθείας προστήσομαι οὐδέν· ἀλλ' ὡς αὐτὰ ἔσχον τὰ πράγματα ἀπαγγελῶ, πλὴν εἰ μήπου τι παρήσομαι ἑκὼν τῶν ὅσα τισὶ λοιδορίαν ἢ μέμψιν εἰρημένα ἐμποιήσει. οὐ γὰρ ἐμοὶ φίλον τό τινας κακηγορεῖν, κἂν εἰ πάντες εἰδεῖεν ἄνθρωποι. ἢν δέ πού τι φαίνωμαι διηγούμενος μὴ ὡς δοξάζουσιν οἱ πολλοὶ, οὐ χρὴ θαυμάζειν. οὐ γὰρ τὸ μὴ ταὐτὰ τοῖς πολλοῖς φθέγγεσθαι φεύγων, λογοποιήσω τὰ μὴ ὄντα, ἀλλ' ὡς ἔχουσι τὰ πράγματα ἀπαγγέλλων, 2.14 χαίρειν ἐάσω τὰς δόξας τῶν πολλῶν ὡς ψευδομένας. τετελευτηκότος τοίνυν τοῦ βασιλέως Ἀνδρονίκου τοῦ νέου, ἡ αὐτῷ σύζυγος Ἄννα ἡ βασιλὶς εἰς τρίτην μὲν ἡμέραν διεκαρτέρησεν ἐν τῇ μονῇ τῶν Ὁδηγῶν. μετὰ τοῦτο δὲ ἐν βασιλείοις γενομένη, ἐπένθησεν ἐφ' ἡμέραις ἐννέα, πάντων ὁσημέραι πρὸς τὰ βασίλεια παραγινομένων, οὐ τῶν συγκλητικῶν μόνον καὶ στρατευομένων, ἀλλὰ καὶ τῶν ὅσοι Βυζαντίων ἦσαν ἐν λόγῳ καὶ κοινῇ τὸν ἀπελθόντα θρηνούντων βασιλέα. δομέστικος δὲ ὁ μέγας ἐξ αὐτῆς ἡμέρας, ἧς ἐτελεύτησεν ὁ βασιλεὺς, οὐδαμῆ τῶν βασιλείων ἀπέστη, ἀλλὰ τῶν τε οἰκείων καὶ τῶν βασιλικῶν πεντακοσίους ἔχων, οὓς ἐγκατέστησε τοῖς βασιλείοις φρουρὰν, διὰ πάσης ἐπιμελείας ἐποιεῖτο καὶ σπουδῆς τῶν ἴσως νεωτεριούντων ἀπαμβλύνειν τὰς ὁρμάς. μετὰ δὲ τὴν ἐνάτην τῶν ἐπὶ τοῖς τετελευτηκόσι συνήθως γενενημένων ἱλασμῶν, τὴν μὲν φρουρὰν τὴν πολλὴν ἐξέβαλε τῶν βασιλείων, ὀλίγους καταστήσας, ὅσοι καὶ πρότερον ἐξ ἔθους ἦσαν. αὐτὸς δὲ οἴκοι γεγονὼς, συνήθως ἐπεμελεῖτο τῶν πραγμάτων· καὶ τοῖς τε τὰς ἀρχὰς ἐπιτετραμμένοις τῶν ἐπαρχιῶν καὶ τῶν πόλεων παρῄνει διὰ γραμμάτων ἀτρεμεῖν καὶ μηδὲν νεωτερίζειν, ὡς τῆς τε καλοκἀγαθίας καὶ τῆς εἰς βασιλέα εὐνοίας ἀξίας ἀποληψομένοις τὰς εὐεργεσίας, καὶ τοὐναντίον, ἤν τι νεωτερίζοιεν, τίσουσι δίκας. καὶ τοῖς τῶν δημοσίων συνεισφορῶν τὴν εἴσπραξιν ἐγκεχειρισμένοις ἐκέλευε κακουργεῖν περὶ τὰ χρήματα μηδὲν, ὡς οὐδὲν ἔλαττον ἢ βα 2.15 σιλέως ζῶντος περὶ αὐτῶν παρέξουσιν εὐθύνας. καὶ τοῦτον τὸν τρόπον ἐν πλείοσιν ἢ τριάκοντα ἡμέραις ὑπὲρ πεντακοσίας ἐφ' ἑκάστης πέμπων γραφὰς, εἰς τοσοῦτον εὐταξίας καὶ εὐπειθείας τὴν ὑπὸ Ῥωμαίους πᾶσαν κατέστησεν ἡγεμονίαν, ὡς δοκεῖν καινὸν μηδὲν συμβεβηκέναι, ἀλλὰ ζῇν ἔτι βασιλέα καὶ τοῖς πράγμασιν ἐφεστάναι. οὐδὲν γὰρ οὔτε μικρὸν οὔτε μέγα ἐκινήθη, πλὴν οἱ κατὰ Θετταλίαν μόνοι νεμόμενοι Ἀλβανοὶ, αἰσθόμενοι τὴν βασιλέως τελευτὴν, τῶν ἐκεῖ κατέδραμον πόλεων καὶ ἐληΐσαντο οὐ πολλά. ὅπερ ὁ μέγας δομέστικος πυθόμενος, κατὰ τάχος ἔπεμψε τοὺς ἀγγελοῦντας Ἀλβανοῖς, ἢ τὴν λείαν ἀποδιδόναι καὶ μηδὲν νεωτερίζειν ἔτι, ἢ εἰ μὴ πείθοιντο, ἐκδέχεσθαι αὐτὸν χρησόμενον ὡς πολεμίοις. οἳ δὴ καὶ ὑποπτήξαντες τὴν ἀπειλὴν, οὐ μόνον τὴν λείαν ἀπέδοσαν τοῖς ἠδικημένοις, ἀλλὰ καὶ ἡσυχίαν ἄγειν ἐπηγγείλαντο τοῦ λοιποῦ, εἰ μόνον ἐπὶ τοῖς ἡμαρτημένοις λήψονται συγγνώμην. ἀλλὰ ταῦτα μὲν ὀλίγῳ ὕστερον. μετὰ δὲ τὸ μέγαν δομέστικον ἐκ τῶν βασιλείων οἴκαδε ἐλθεῖν, κήρυκες ἐφοίτων αὐτοῦ κελεύσαντος εἰς τὰς περὶ Βυζάντιον πόλεις καὶ κώμας, πάντας ὅσοι τοῦ ἱεροῦ καταλόγου καλοῦντες πρὸς τὴν Κωνσταντίνου πόλιν ἐφ' ἡμέρᾳ ῥητῇ, ὡς τῶν ὑπὲρ τοῦ τετελευτηκότος βασιλέως τελεσθησομένων ἱλασμῶν. καὶ συνῆλθε πλῆθος ἱερέων τοσοῦτον, ὥστε τὸν νεὼν τῆς Σοφίας τοῦ θεοῦ, μεγέθει μέγιστον ὄντα τῶν ὑπὸ τὸν ἥλιον ἁπάντων, ἐλάσσω τῆς χρείας τότε δοκεῖν ὑπὸ τοῦ πλήθους ἀκριβῶς πεπληρωμένον τῶν ἱερέων. ἐπεὶ δὲ 2.16 καὶ ἡ προθεσμία παρῆν τῶν ἱλασμῶν, ἐτελοῦντο ἀθορύβως καὶ τεταγμένως οὕτως, ὡς δοκεῖν ὀλίγους τινὰς εἶναι καὶ εὐαριθμήτους τοὺς τελοῦντας. οὐδὲ γὰρ ἄσημός τις ἐξηκούετο θροῦς, οἷον ποιεῖν φιλεῖ τὸ πλῆθος, ἀλλ' ἐξαισία τις εὐαρμοστία καὶ συμφωνία μέλους,