199
δοξάζουσι τὰς ψυχάς, καὶ ταύτας τοῖς σώμασι συνδιαφθείρεσθαι λέγουσι. καὶ ἡ τῶν νόμων αὐτοῖς οὐ παρατηρεῖται παράβασις, καὶ τὸ πρὸς τοὺς γεραιτέρους καὶ τοὺς διδασκάλους αὐτοὺς ἀντιλέγειν ἀρετὴν οιονται. εἰ δέ τινες αὐτῶν εἰς ἀρχὰς ελθοιεν, προσχωροῦσι τοῖς τῶν Φαρισαίων λόγοις καὶ ακοντες· οὐ γὰρ αλλως ἀνεκτοὶ δοκοῦσι τοῖς πλήθεσιν. ̓Εσσηνοὶ δὲ ἐπὶ θεῷ τὰ πάντα πεποίηνται· ἀθανάτους ηγηνται τὰς ψυχάς· τοῦ δικαίου ἀντέχονται. ἀναθήματα μὲν εἰς τὸ ἱερὸν στέλλουσιν, οὐ μήν γε καὶ θύουσι, διαφερόμενοι τοῖς αλλοις περὶ ἁγνισμῶν· διὸ καὶ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος, ἐφ' ἑαυτῶν θύουσι. καὶ ἐπὶ πόνους γεωργικοὺς τρέπονται. κοινὰ τὰ χρήματα εχουσιν· οθεν οὐδέν τι πλέον ὁ πλούσιος τῶν οἰκείων ἀπολαύει παρὰ τὸν πάνυ πενέστατον. καὶ ουτε γαμετὰς εἰσάγονται ουτε δούλους κτῶνται, τὸ μὲν ἀδικίαν οἰόμενοι, τὴν δὲ τῶν γυναικῶν ἐπεισαγωγὴν στάσεως ἀφορμήν· καθ' ἑαυτοὺς δὲ βιοῦντες ἀλλήλοις ὑπηρετοῦσι. καὶ ἀποδέκτας 2.10 τῶν τῆς γῆς καρπῶν καὶ τῶν αλλοθεν κομιζομένων αὐτοῖς προχειρίζονται. ̔Η δὲ τετάρτη, ης ὁ Γαλιλαῖος ̓Ιούδας γέγονεν ἡγεμών, τὰ μὲν αλλα τοῖς Φαρισαίοις ὁμογνώμων ἐστί, τῆς δ' ἐλευθερίας αὐτῇ δριμὺς ερως ἐντέτηκεν, ης οἱ τρόφιμοι μόνον ἡγεμόνα καὶ δεσπότην τὸν θεὸν ὀνομάζουσιν, ἀνθρώπῳ τῶν ὀνομάτων τούτων μεταδιδόναι μὴ ἀνεχόμενοι, ἀλλὰ καὶ θανάτους καὶ τιμωρίας ποικίλας τε καὶ δεινὰς ὑφίστασθαι μὴ ἀπαναινόμενοι, ινα μὴ τῆς σφετέρας ἐκσταῖεν ἐνστάσεως. ̓Εντεῦθεν ουν ηρξατο τὸ τῶν ̓Ιουδαίων εθνος νοσεῖν ἐξ ἀνοίας ἀπόνοιαν, Γεσσίου Φλώρου τοῦ ἡγεμόνος εἰς ταύτην αὐτοὺς ἐρεθίσαντος υβρεσιν. ὁ μέντοι Κυρήνιος, τῆς ἀπογραφῆς καὶ τῶν ἀποτιμήσεων περαιωθεισῶν, αι ἐγένοντο ἐν ετει τριακοστῷ καὶ ἑβδόμῳ μετὰ τὴν ἐν ̓Ακτίῳ ητταν τοῦ ̓Αντωνίου ὑπὸ τοῦ Καίσαρος, ̓Ιωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τοῦ πλήθους ἀφελόμενος τὴν τιμήν, Ανναν τὸν Σεθὶ ἀρχιερέα καθίστησι. Κυρηνίου δὲ εἰς ̔Ρώμην ἀπάραντος Κοπώνιος τὴν ̓Ιουδαίαν διεῖπε. τούτῳ δὲ διάδοχος γίνεται Μάρκος ̓Αμβιβοῦχος. καὶ τὸν Μάρκον ̔Ροῦφος διαδέχεται Αννινος. ἐφ' ου δὴ τελευτᾷ Καῖσαρ αὐτοκράτωρ ̔Ρωμαίων, αρξας ετη ἑπτὰ καὶ πεντήκοντα μῆνάς τε εξ ἐφ' ἡμέραιν δυοῖν, ἀφ' ων τεσσαρεσκαίδεκα ετη αὐτῷ συνῆρξεν ̓Αντώνιος, ὡς ειναι τὸν τῆς μοναρχίας αὐτοῦ χρόνον ἐνιαυτοὺς τεσσαράκοντα πρὸς τρισί, κατὰ δέ τινας τέσσαρσιν. ἐβίω δὲ ετη ἑβδομήκοντα καὶ ἑπτά. ̔Η δὲ μοναρχία μετήνεκτο εἰς Τιβέριον τῆς τοῦ Καίσαρος γυναικὸς ̓Ιουλίας υἱόν. ὑφ' ου Γράτος Οὐαλλέριος εἰς ̓Ιουδαίαν εσταλτο ἡγεμών· ος παύσας τὸν Ανναν τῆς ἀρχιερωσύνης ̓Ισμαὴλ ἀποδεί2.11 κνυσι τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μεταστήσας μετ' οὐ πολὺ ̓Ελεάζαρ τῷ τοῦ Αννα υἱῷ ἀπονέμει τὴν τοῦ ἱερᾶσθαι τιμήν, καὶ μετ' ἐνιαυτὸν ἀντεισάγει Σίμωνα τὸν Καμίθου. καὶ τούτῳ τὸν ισον χρόνον ἱερασαμένῳ ̓Ιωσὴφ ὁ Καϊάφας διάδοχος ην. Καὶ Γράτος ἐπὶ ενδεκα ετη τῆς ̓Ιουδαίας αρξας, καὶ ταῦτα πράξας, εἰς ̔Ρώμην ὑπανεχώρησε· Πόντιος δ' ηκε Πιλάτος τὴν ἡγεμονίαν ἀναδεξάμενος. ὁ δὲ τετράρχης ̔Ηρώδης φίλος τῷ Τιβερίῳ χρηματίζων πρὸ τῆς ἀρχῆς, οἰκοδομεῖ μετὰ τὴν μοναρχίαν πόλιν αὐτῷ ἐπώνυμον ἐν τῇ Γαλιλαίᾳ ἐπὶ τῇ λίμνῃ Γεννησαρέτ, Τιβεριάδα καλέσας αὐτήν. Πιλάτος δὲ στρατιὰν ἐκ Καισαρείας μεθιδρύσας χειμαδιοῦσαν ἐν ̔Ιεροσολύμοις, σημαίας εἰς τὴν πόλιν ὑπὸ νύκτα εἰσήγαγεν εἰκόνας ἐχούσας Καίσαρος, ἀπαγορεύοντος ̓Ιουδαίοις τοῦ νόμου εἰκόνας εχειν. ἐπεὶ δ' ἐγνώσθη τὸ πεπραγμένον, πλῆθος ωρμησεν εἰς Καισάρειαν αἰτούμενον τὴν τῶν εἰκόνων μετάθεσιν, καὶ πενθημέρους ἱκετείας διὰ τοῦτο πεποίηντο. μὴ συγχωροῦντος δὲ Πιλάτου, ὡς ἐντεῦθεν δῆθεν ὑβριζομένου τοῦ Καίσαρος, ἐπεὶ τὸ πλῆθος οὐκ ἀνίει δεόμενον, κατὰ τὴν εκτην ἡμέραν περιστήσας στρατιώτας ἐνόπλους σφίσιν ἠπείλει θάνατον, εἰ μὴ παύσοιντο θορυβεῖν. οἱ δὲ πρηνεῖς καταβαλόντες ἑαυτοὺς σὺν ἡδονῇ δέξασθαι τὸν θάνατον ελεγον. καὶ θαυμάσας Πιλάτος τὸ γενναῖον αὐτῶν καὶ πρόθυμον ἐπὶ τηρήσει τῶν νόμων, παραχρῆμα τὰς εἰκόνας ἐπανεκόμισεν εἰς Καισάρειαν. 2.12 ̔Υδάτων δ' εἰσαγωγὴν