199
βασταζόμενος. ̓Εποχετεῦσαι. ἐπιῤῥεῦσαι. ̓Εποιχομένην ἱστόν. ἐπὶ τὸν ἱστὸν πορευομένην, η πορευομένην, ηγουν ἱστουργοῦσαν καὶ ὑφαίνουσαν. epsilon.852 ̓Επορθρεῦσαι. τοῦ ορθρου ἐπεγερθῆναι η ἀφεσπερεῦσαι. ̓Επράξατο. ἀπῄτησε. τοὺς Βυζαντίους καὶ τινὰς αλλους ἐπράξαντο. Επρασσον. ἐβουλεύοντο. ἀλλήλοις συγγινόμενοι επρασσον. ̓Επραττόμην. ἀπῄτουν. Επραττον. ἐπεβούλευον. προεδίδοσαν. ἐπεσπῶντο τοὺς Αἰτωλοὺς καὶ τούτοις επραττον τὴν πόλιν. ̓Επρέσβευεν. ἐτίμα. ὁ δὲ Σωκράτης τὴν ἠθικὴν φιλοσοφίαν ἐπρέσβευεν. Επρηξασ. ἀντὶ τοῦ επραξας. ̓Επρυτάνευσε. παρέσχε, διῳκήσατο. ην Τρυγαῖος ἐπρυτάνευσεν. Επταρον. ᾐσθόμην. πταρμὸς γὰρ κεφαλῆς αισθησις, ἐπεὶ οἱ θίγοντες τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται. epsilon.853 ̓Επτοημένοσ. θαυμάζων, η πεφοβημένος. Επτη. ἐπετάσθη. ̓Επτέρνισεν. ἠπάτησεν. η ἐνίκησεν. Ἐποισθήσεται. ἐπενεχθήσεται. ̓Εποιχόμεθα. ἐπερχόμεθα. ̓Εποστρακίζειν. παιδιὰ τὶς, ην παίζουσιν οἱ παῖδες οστρακα ἀφιέντες εἰς θάλασσαν. ̓Επυρώθη. ὡς ἐν χωνείᾳ ἐδοκιμάσθη. ̓Επυράκτεον. πῦρ, πυρὸς, πυράζω, πυρακτῶ, ἐπυράκτεον. ̓Επύρσευσε. πυρκαϊὰν ἐποίησεν. ̓Επέθηκε. παρέδωκεν. ̓Επηρώτησαν. ἐκέλευσαν ᾳσαι. ∆αβίδ· ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν. ̓Επιλησθείη. πάρετος γενοίμην. ὡς τό· ἐπιλησθείη ἡ δεξιά μου. ̓Επώκειλαν. εἰς λιμένα ηγαγον. ἐπώκειλαν τὴν ναῦν. Επω. τὸ λέγω, ὡς τό· ανδρα μοι εννεπε, Μοῦσα- τὸ ἀκολουθῶ, ὡς τό· epsilon.854 η οὐχ ἑπέσθην Λακεδαίμονα. τὸ εὐτρεπίζω· περικαλλέα τεύχε' εποντα. καὶ τὸ διοικῶ, ὡς τό· αἱ χεῖρες ἐμαὶ διέπουσι. καί· δίεπε στρατόν-. ( ̓Επίῤῥημα.) ̓Επέκεινα. ὑπεράνω. ̓Επειδή. σύνδεσμος παρασυναπτικός. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἀφ' ου· ὡς καὶ Θουκυδίδης πολλάκις ἐχρήσατο. καὶ Ομηρος· -ἐπειδὴ πρῶτα τομὴν ἐν ορεσσι λέλοιπεν. Επειτα. μετὰ ταῦτα. Ομηρος δὲ κέχρηται καὶ ἀντὶ τοῦ δή· αὐτὰρ επειτ' Αιας τε μέγας καὶ δῖος ̓Οδυσσεύς. ̓Επειή. ἀντὶ τοῦ ἐπειδή. ̓Επεί. ἀντὶ τοῦ ἐπειδή. ἀπὸ τοῦ εἰ γέγονε καὶ τῆς ἐπὶ προθέσεως. ἰστέον, οτι τὸ ἐπεὶ, ἡνίκα ἐστὶ χρονικὸν ἐπίῤῥημα, οιον· Πλάγχθη, ἐπεὶ Τροίης- epsilon.855 ἀντὶ τοῦ ἀφ' ου ἐστί. καὶ πάλιν· αὐτὰρ ἐπεὶ κόσμηθι. Νίκανδρος δὲ αἰτιολογικὸν παραλαμβάνει σύνδεσμον. ἐπεὶ ἡμέρα φῶς ἐστιν. ̓Επιγράβδην. αχρι τοῦ ἐπιξύσαι μόνον τὸ δέρμα. ̓Επιεικῶσ. πάνυ, πρεπόντως, προσηκόντως, καθηκόντως· παραδόξως· παρ' ἐλπίδα, μετὰ ἐπιεικείας καὶ χρηστότητος, μετρίως, συμμέτρως η ἱκανῶς. ̓Επικάρ. ἐπὶ τὰ κάτω, ἐπὶ κεφαλὴν καὶ οιον ἐπὶ τὰ κατωφερῆ. ἐξ ὀρέων ἐπικάρ-. ἀπὸ τοῦ κάρη, ἀποκοπῇ τοῦ ˉη· καὶ οὐκ ἀπὸ τοῦ κάρα. τοῦ δὲ κάρη τὸ κάρηνόν ἐστιν ἀποκοπή. ̓Επικῶσ. λογίως, ἀπὸ τοῦ επω, τὸ λέγω. ̓Επιμᾶλλον. περισσοτέρως. καὶ ἐπιμᾶλλον ἐξῆπτον εἰς ὀργήν. καὶ ἀντὶ τοῦ προθυμοτέρως. τῶν δέ τινων τοῖς ̔Υπερίδου λόγοις ἐπὶ μᾶλλον ἀχθέντων. epsilon.856 ̓Επὶ μέγα. ἀντὶ τοῦ μεγάλως. ἐπὶ μέγα τρυφῆς ἀρθέντες οἱ Συβαρίται. ̓Επιμίξ. ἀναμεμιγμένως. ̓Επινῶσ. λίαν. αἰπεινῶς δὲ ἀντὶ τοῦ ὑψηλοῦ, τὰ δύο δίφθογγα. ̓Επὶ πολλῶ. ἀντὶ τοῦ πολυπλασίως. καὶ ἐπιπολῆς λέγουσιν. οὐκ ἐξ ἐπιπολῆς δέ. τοὺς ἐπιπολῆς ουν ἀφελεῖν εργον ην μέγα. ̓Επιπόνωσ. κοπηρῶς η χαλεπῶς. ̓Επιπολαίωσ. ἐπάνω. ἀῤῥίζως. ̓Επιῤῥεπῶσ. ἐπικλινῶς. ̓Επίσκοπα. ευστοχα. τὴν αφεσιν τῶν βελῶν κατ' ισον βιαίαν καὶ ἐπίσκοπα ἰέναι. ̓Επιστρεφέωσ. ἐπιμελῶς, παρὰ ̔Ηροδότῳ. καὶ ἀπατητικῶς. ̓Επιστροφάδην. μετ' ἐπιστροφῆς. ἐφ' ἑκάτερα τὰ μέρη στρεφόμενος. ̓Επισφαλῶσ. ἐπικινδύνως. ̓Επιτροχάδην. συντόμως, ταχέως. ̓Επὶ τὸ αὐτό. ἀντὶ τοῦ ὁμοῦ. epsilon.857 ̓Εποποῖ. ἀντὶ τοῦ ἐποπιστί. προφαίνει δὲ ηχον ὀρνέου κατὰ μίμησιν. ̓Επωμαδόν. ἐπὶ τῶν ωμων. καὶ ἐπωμάδιος. ̓Επίπροσθεν. εμπροσθεν. ἐπίπροσθεν τοῦ θυσιαστηρίου. ̓Επεγνωσμένωσ. ᾠκειωμένως. καὶ ὁ ̓Απόστολος· καθὼς καὶ ἐπεγνώσθην. Τὸ Ε μετὰ τοῦ ̔Ρ. ( ̓Αρσενικόν.) ̓Ερανεμπόλοισ. τοῖς ἐκ τῶν ἐράνων ἐμπολῶσιν ἀπὸ τῶν ἀρχῶν. Ερανοσ. ἡ εἰσφορὰ, ἡ συλλογὴ, τὸ ἐκ διαφόρων συναγόμενον. ̓Εραστήσ. ἐπιθυμητής. ̓Ερατεινόσ. ἐπέραστος. ̓Εργαστῆρασ. ἐργάτας. ὁ δὲ ἐνελόχα τινὰς ἐργαστῆρας ἐκ τῶν