199
γέγραπται, ὅτι Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Ἀλλὰ δεῖ πιστεῦσαι, ὅτι Υἱὸς τοῦ Θεοῦ ἀληθῶς κατὰ σάρκα ἄνθρωπος γέγονε κατὰ τὰς Γραφὰς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας· καὶ ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη, καθὼς γέγραπται· καὶ ὅτι εἰς οὐρανοὺς ἀνελήλυθεν, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, ὅθεν ἥξει κρῖναι ζῶντας καὶ νεκροὺς, καθὼς γέγραπται. Μήποτε ἡμῶν λογομαχούντων πρὸς ἀλλήλους, βλασφημήσωσί τινες τὸν τῆς πίστεως λόγον, καὶ ἀπέλθῃ τὸ εἰρημένον, ∆ι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Τὸ ἄρα ζητεῖν περὶ Θεοῦ, ἐὰν μὴ εἰς ἔριν, ἀλλ' εἰς εὕρεσιν συντείνει, σωτήριόν ἐστιν. Τί μαχόμεθα πρὸς ἀλλήλους εἰκῆ; τί πολεμοῦμεν ἀλλήλους, προστεταγμένους καὶ τοὺς μισοῦντας φιλεῖν; τί πιστεύειν ἀφέντες, τεχνολογοῦμεν τὴν πίστιν; Ἐγεννήθη, ἀλλ' οὐκ ἐγεννήθη. Ἔπαθεν, ἀλλ' οὐκ ἔπαθεν. Ἀνέστη, ἀλλ' οὐκ ἀνέστη. Τί δικαζόμεθα τῷ Λυτρωτῇ; Τί λογοθετοῦμεν τὸν εὐεργέτην; Ἅπαξ ἠβουλήθη, καὶ ὡς ἠθέλησεν παρεγένετο· καὶ ἀπέθανε, καὶ ἀνέστη, καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς. Ἄμεινον καὶ συμφερέστερον ἰδιώτας καὶ ὀλιγομαθεῖς ὑπάρχειν, καὶ διὰ τῆς ἀγάπης πλησίον γενέσθαι τοῦ Θεοῦ, ἢ πολυμαθεῖς καὶ ἐμπείρους δοκοῦντας εἶναι, βλασφήμους εἰς τὸν ἑαυτῶν εὑρίσκεσθαι ∆εσπότην.
ΤΙΤΛ. Βʹ. -Περὶ λοιδορίας.
«Οἱ ἐκφέροντες λοιδορίας, ἀφρονέστατοί εἰσιν.» -»∆όξα ἀνδρὸς ἀποστρέφεσθαι λοιδορίας· πᾶς δὲ ἄφρων τούτοις ἐμπλέκεται.» -»Κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος, ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ.» «Πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι.» Ὅταν σε παιδίον νήπιον λοιδορήσῃ, γέλωτος ἀφορμὴν ποιεῖς τὰ λοιδορήματα· καὶ ὅταν ὑπὸ φρενίτιδος ἐξεστηκὼς τὴν διάνοιαν φθέγγηται ῥήματα ἀτιμίας, ἐλεεινὸν ἡγοῦ μᾶλλον, ἢ μίσους ἄξιον. Κἄν τις βούληται κατηγορεῖν, μὴ τὸ κακῶς ἀκούειν ἀλγῶμεν, ἀλλὰ τὸ δικαίως ἀκούειν κακῶς. 96.96 Ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς κατηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι Ἂν δὲ ἀρετῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε μᾶλλον ἐσόμεθα ζηλωτότεροι. Εἰ οἱ παραδεχόμενοι ἀκοὴν ματαίαν, οὐκ ἂν τύχοιεν συγγνώμης, οἱ διαβάλλοντες καὶ λοιδοροῦντες, ποίαν ἔξουσιν ἀπολογίαν; Εἰ πειθαρχεῖς τῷ θείῳ Ἀποστόλῳ διαῤῥήδην βοῶντι, ὅτι λοίδοροι οὐδαμῶς τεύξονται βασιλείας οὐρανῶν, φεῦγε τὴν φλυαρίαν, καὶ τὸ διασύρειν ἁπλῶς καὶ ὡς ἔτυχεν τοὺς μηδὲν ἀδικοῦντας. Λέγεις ὅτι παίζων, οὐ μέντοιγε μισεῖν προτιθέμενος, ἀλλ' ἱλαρευόμενος καὶ μετεωριζόμενος λοιδορεῖς ἐν τῷ πότῳ τοὺς ἀμωμήτους ἄνδρας; Οὐκοῦν παίζων καὶ ἱλαρευόμενος ὑπόστηθι τὴν αἰώνιον κόλασιν, καὶ μετεωριζόμενος πορεύου εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄῤῥητον. Μὴ ἄλγει, μηδὲ διαπρίου, λοιδορούμενος εὐλόγως ἐπὶ τοῖς πταίσμασί σου καὶ ὀνειδιζόμενος, μᾶλλον δὲ ἀσμένως ἄκουε τὰ οἰκεῖα σκώμματα.
ΤΙΤΛ. Γʹ. -Περὶ λιμοῦ, καὶ εἰς τοὺς ἐν ἀνάγκῃ τὸν σῖτον μὴ πωλοῦντας· καὶ
ὅτι πολλὰ ἄθεσμα τοῦ λιμοῦ. «Ἐγένετο λιμὸς ἐν Σαμαρείᾳ, ὥστε γενέσθαι κεφαλὴν ὄνου ἀργυρίου
πεντήκοντα σίκλων, καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων. Καὶ ἦν ὁ βασιλεὺς Ἰσραὴλ διαπορευόμενος διὰ τοῦ τείχους. Καὶ γυνὴ ἐβόησε πρὸς αὐτὸν, λέγουσα· Σῶσον, κύριε βασιλεῦ. Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· Μὴ σώσαι σε Κύριος, πόθεν σε σώσω; ἀπὸ τοῦ ἅλωνος, ἢ ἀπὸ τοῦ ὑποληνίου; Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· Τί σοί ἐστιν; Καὶ εἶπεν· Ἡ γυνὴ αὕτη εἶπεν, ∆ός μοι τὸν υἱόν σου, καὶ φάγωμεν αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου φαγόμεθα αὔριον. Καὶ ἕψησα τὸν υἱόν μου, καὶ ἐφάγομεν αὐτόν· καὶ εἶπον αὐτῇ, ∆ὸς υἱόν σου τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ φαγόμεθα αὐτόν· καὶ