15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ὑπεραιώνιον, ἵνα τρίτον τὸ αἰώνιον μετ' ἐκεῖνον ποιήσωμεν. Οὕτω μὲν οὖν τὸ εἶναι ἀποτέτακται τῷ θεῷ· οὐκ ἀποκεκλήρωται δὲ τοῦτο ἡμῖν, ἀλλὰ τὰ πέριξ τμήματα, ὅτι ἐν κινήσει πᾶσα ἡ ἡμετέρα ζωὴ καὶ φύσις καθέστηκε, τῆς δὲ κινήσεως οὐδέν ἐστι σταθηρόν τε καὶ μόνι μον, ἀλλὰ τὸ μὲν οἴχεται, τὸ δὲ μέλλει, τὸ δὲ ἐνεστὼς πάντῃ ἀθήρατον. νῦν γάρ ἐστιν ὡς στιγμὴ μεγέθους, τοῦτο δὲ ἀμερές τε καὶ ἀπερίληπτον, καὶ πρὶν ἢ τοῦτο γνῶμεν, οἴχεται ἀποπτάν. διὰ ταῦτα οὐκ ἐν τῷ εἶναι ἡμεῖς, ἀλλ' ἐν τῷ παροίχεσθαι ἢ μέλλειν. τὸ δ' εἶναι πανταχόθεν ἀφαιρε τέον ἡμῶν· ἐν χρόνῳ γάρ, οὐκ ἐν αἰῶνι καθέσταμεν, τοῦ δὲ χρόνου οὐδέν τι εἰς στάσιν ληπτόν· πόσα γὰρ διαδραμοῦνται ἄτομα νῦν ἐφεστάναι βουληθέντι τῷ ἐνεστῶτι; ἀλλὰ σοὶ μὲν δοκεῖ τὸ εἶναί σοι παρεῖναι, λαν θάνει δέ σε ἡ πάροδος· κἄν τε γὰρ τὴν προαίρεσιν εἴπῃς, μεταστατὸν πᾶσα καὶ κινητόν, κἂν τὰς μεταβάσεις τῶν ἡλικιῶν, οὐδ' αὗται τὸ στάσι μον ἔχουσι. τὸ μὲν οὖν θεῖον ἔστιν· ἡμεῖς δὲ τί; γιγνόμεθα, ποιούμεθα, ἀλλοιούμεθα, ταῖς χρόαις τρεπόμεθα, ταῖς δόξαις συμμεταπίπτομεν, ταῖς προαιρέσεσι μεταβαλλόμεθα, ἄνιμεν ταῖς ἡλικίαις καὶ κάτιμεν, τοῦτο μὲν αὐξανόμενοι, τοῦτο δὲ φθίνοντες, δοξάζομεν, ἀντιδοξάζομεν. οἷς μὲν ἡδόμεθα νῦν, τούτοις αὖθις ἀνιώμεθα, ὥσπερ «ὀστράκου μεταπεσόντος»· οἷς δὲ βαρυθυμοῦμεν, θυμήρως τούτων μετὰ μικρὸν ἔχομεν. τί γοῦν ἐστιν ἐν ἡμῖν τὸ στάσιμον; οὐδέν. ὁ δὲ βίος; βαβαὶ τῶν τούτου μεταβολῶν· εὐδαιμονοῦμεν, κακοδαιμονοῦμεν, νῦν μὲν ὑψούμεθα, νῦν δὲ ταπεινούμεθα· καὶ νῦν μὲν βασίλειος ἡμᾶς ἔχει αὐλή, νῦν δὲ ἐν δεσμωτηρίῳ καθεῖρξαν τὼ πόδε τὸ ξύλον κατασφαλίζεται· καὶ νῦν μὲν δορυφορούμεθα καὶ προπομπευόμεθα, καὶ πολλοὶ μὲν οἱ σωματοφυλακοῦντες, πλείους δὲ οἱ τὰς θοίνας παρασκευάζοντες, αὖθις δὲ τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἔχοντες ἀναγόμεθα. Ἀλλὰ περὶ μὲν τούτων μακρὸς ἂν εἴη καιρὸς λέγειν· τί δ' οἱ φιλοσοφοῦν τες ὑμεῖς; οὐ νῦν μὲν ἐρρωμένως τῶν μαθημάτων ἀντιλαμβάνεσθε, οἱ δ' αὐτοὶ πάλιν «ὄνος πρὸς λύραν» ἐστέ, οὐδ' ὅσον θυραυλοῦντας τοὺς λό γους ταῖς ἀκοαῖς παραδεχόμενοι; ἀλλ' ἐγὼ μὲν θυροκοπῶν ἵσταμαι, ἡ δὲ πυλωρὸς αἴσθησις οὐκ ἀναγγέλλει τῷ δεσπότῃ νῷ τὰ νοήματα, ἀλλ' ὥσπερ παρηβηκυῖα γραῦς καὶ τὴν τῆς ἀκοῆς αἴσθησιν ὑπὸ τοῦ χρόνου ἀφῃρημένη, τῶν ἐμῶν ψόφων οὐκ ἐπαισθάνεται. διὰ ταῦτα οὐδὲ πάροδός μοι πρὸς τὸν ὑμέτερον γίνεται νοῦν, ἀλλὰ ψοφεῖται μὲν ἡ αὔλειος, ἐκεῖνος δὲ ἔνδον κάθηται οἰκουρῶν, τῶν ἔξωθεν οὐκ ἐπαισθανόμενος. Εἰ δέ τις ἀντιφωνεῖν οἴεται τὸν μέγαν Βασίλειον, ἐν τῷ Περὶ τοῦ τε λέσματος λόγῳ λαμπρῶς εἰρηκότα ὡς «κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρω ποι», ἐκεῖνο πρὸς αὐτόν ἐστιν εἰπεῖν, ὅτι τὸ ἐνεστώς, ὦ μακάριε, ὅτε μὲν ἀκριβολογούμεθα καὶ φιλοσόφως αὐτῷ προσερχόμεθα, κατὰ τὸ νῦν λαμβάνεται καὶ τὴν ἀκαριαίαν στιγμήν· ὁπότε δὲ μή, ἐν πλάτει νοεῖσθαι πέφυκεν· ὃ δὴ πλάτος ἐν παρῳχηκότι καὶ μέλλοντι λαμβανόμενον, λέληθε κατὰ τὸ ἐνεστὼς μόνον λαμβάνεσθαι. ὁ μὲν οὖν μέγας οὗτος πατὴρ τὸ νῦν μὴ προσμαρτυρήσας ἡμῖν φιλοσόφως τὸ τμῆμα τουτὶ τῇ ἡμετέρᾳ φύσει οὐ προσήκατο· ὁ δὲ πολὺς τῷ λόγῳ Βασίλειος καταχρηστικώτερον ὡς ἐπὶ τοῦ πλάτους τῷ ἐνεστῶτι ἐχρήσατο.
88 Εἰς τὸ «αἰὼν γὰρ οὔτε χρόνος οὔτε χρόνου τι μέρος».
Παντάπασί μοι δοκεῖ ὁ μέγας οὗτος πατὴρ ἐν τῷ περὶ τοῦ καὶ χρόνου τοῖς πρὸ αὐτοῦ ἠναντιῶσθαι σοφοῖς, οὐχ ὡς μὴ ὡμιληκὼς τοῖς ἐκείνων συγγράμμασιν, ἀλλ' ὡς μὴ τοῖς δόγμασιν αὐτῶν ἀρεσκόμε νος. τίς γὰρ οὕτως ἄλλος τὰ Πορφυρίου ἀνέγνωκε καὶ διέπτυσεν, ὧν καὶ πολλαχοῦ τῶν αὐτοῦ λόγων μνημονεύων δῆλός ἐστιν; τίς δ' οὕτως τοῖς Ἀριστοτέλους καὶ Πλάτωνος λόγοις διῄτησε καὶ τὴν δέουσαν ἑκάστῳ ψῆφον