199
"∆ὸς τὸ κρά τος σου τῷ παιδί σου· καὶ σῶσον τὸν υἱὸν τῆς παι δίσκης σου." ∆οῦλός τε γάρ εἰμι σὸς, καὶ σῆς θερα παίνης υἱός· ἀντὶ τοῦ, ἄνωθεν καὶ ἐκ προγόνων ὑπὸ τὴν σὴν δεσποτείαν τελῶ· διόπερ ὡς δοῦλος παρὰ ∆εσπότου τὴν σωτηρίαν αἰτῶ. ιζʹ. "Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν." Τῶν σημείων τὰ μέν ἐστι τιμωρίας, ὡς ἐπὶ τῶν Αἰγυπτίων· τὰ δὲ σωτηρίας, ὡς ἐπὶ τῶν Ἑβραίων. ∆ιάτοι τοῦτο καὶ ὁ προφήτης τῷ διορισμῷ προσεχρή σατο, καὶ οὐχ ἁπλῶς σημεῖον, ἀλλ' ἀγαθὸν σημεῖον ἐξῄτησεν· ἀντὶ τοῦ, Ποίησον σημεῖον ἐμοὶ φέρον τὴν σωτηρίαν, καὶ τῇ θαυματουργίᾳ ἐμοὶ πραγματευό μενον τῶν ἀγαθῶν τὴν φοράν. [Λέγει καὶ τίνος ἕνεκεν ἀντιβολεῖ δοθήσεσθαι αὐτῷ τὸ σημεῖον τοῦτο.] "Καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν· ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με." Τὴν γὰρ εἰς ἐμὲ πρόνοιαν οἱ δυσμενεῖς θεώμενοι, αἰσχύνης ἀναπλησθήσονται, καὶ ἐπονείδιστοι παρὰ πᾶσι γενήσονται. [Κυρίως δὲ σημεῖον ἀγαθὸν τοῖς ἔθνεσιν ὁ ἐκ Θεοῦ Θεὸς τὸν σταυρὸν ἐχαρίσατο, δι' οὗ τὸν κοινὸν ἐχθρὸν ἐτροπώσατο καὶ τρόπαιον κατὰ δαιμόνων καὶ παθῶν ἔπηξεν. Ἀμήν.]
ΕΡΜΗΝ. ΤΟΥ Πʹ ΨΑΛΜΟΥ. αʹ. "Τοῖς υἱοῖς Κορὲ, Ψαλμὸς ᾠδῆς." Τῶν ἐθνῶν καὶ οὗτος ὁ ψαλμὸς
προαγορεύει τὴν σωτηρίαν, καὶ τὴν εὐσεβῆ πολιτείαν προλέγει, ἣν ὁ ∆εσπότης Χρι στὸς ἐνανθρωπήσας ἐδίδαξεν. "Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις." Θεμέλια τῆς εὐσεβείας, τὰ θεῖα παιδεύματα· Ὄρη δὲ ἅγια, ἐφ' ὧν ταῦτα πέ πηγε τὰ θεμέλια, οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι. Περὶ τούτων γὰρ ὁ μακάριος ἔφη Παῦλος· "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χρι στοῦ." Καὶ πάλιν· "Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι." Καὶ ὁ Κύριος τῷ Πέτρῳ, μετὰ τὴν ἀληθῆ καὶ θείαν ἐκείνην ὁμο λογίαν· "Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." Καὶ αὖθις· "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη." Ἐπὶ τούτων τῶν ἁγίων ὀρῶν ὁ ∆εσπότης Χριστὸς κατέπηξε τὰ τῆς εὐσεβείας θε μέλια. βʹ. "Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ." Τίς δὲ αὕτη ἡ Σιὼν, ὁ θεσπέσιος Παῦλος ἑρμηνευέτω· "Προσεληλύθατε 80.1564 Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπ ουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐ ρανοῖς." Καὶ πάλιν· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥ τίς ἐστι μήτηρ ἡμῶν." Καὶ περὶ τοῦ πατριάρχου Ἀβραὰμ ἐν τῇ πρὸς Ἑβραίους διαλεγόμενος, καὶ ταῦτα προστέθεικεν· "Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός." Καὶ αὖθις περὶ τῶν ἄλλων ἁγίων· "Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανί ζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνα κάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπ ουρανίου." ∆ιδασκόμεθα τοίνυν εἶναί τινα πόλιν ἐπ ουράνιον, καὶ Ἱερουσαλὴμ ὀνομαζομένην, οὐ πύρ γους ἔχουσαν, καὶ περιβόλους, οὐδὲ λίθων μαρμαρυ γαῖς ἀποστίλβουσαν, ἀλλὰ χοροῖς ἁγίων λαμπρυνο μένην, καὶ ἀγγελικῇ πολιτείᾳ καλλυνομένην. Ταύτης τῆς πόλεως οὐκ ἄν τις ἁμάρτοι πύλας προσ αγορεύσας τὰς ἐπὶ γῆς Ἐκκλησίας· διὰ τούτων γὰρ εἰσελθεῖν εἰς ἐκείνην δυνατόν. Ἐν ταύταις γὰρ παιδευόμενοι καὶ προγυμναζόμενοι, ἐκείνης τῆς πό λεως διδασκόμεθα πολιτείαν. Ταύτας ἔφη τὰς πύλας ὁ προφητικὸς λόγος ἐπεράστους εἶναι τῷ τῶν ὅλων Θεῷ, καὶ τῶν Ἰουδαικῶν σκηνωμάτων προτετιμῆσθαι. γʹ. "∆εδοξασμένα ἐλαλήθη περί σου, ἡ πόλις τοῦ Θεοῦ." Θαυμαστά τινα καὶ παράδοξα τὰ περὶ σοῦ θεσπιζόμενα, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνοντα προσδοκίαν· ὅτι δὲ οὐδαμῶς τῇ κάτω Σιὼν ἁρμόττει τὰ εἰρημένα, τὰ ἐπαγόμενα μαρτυρεῖ. δʹ. "Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ