199
υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος"5 ἢ ἀφώτιστον ἐκδημῆσαι. καὶ ἀληθῶς ἐβαπτίσθη· ἐξ ἀνάγκης γὰρ καὶ νόμου μετάθεσις, ὡς γέγονε πάλαι καὶ ἀποδέδεκται. 309 {1Μαρίᾳ αὐγούστῃ}1 Ἐνέτυχον καὶ αὖθις τῇ ἐπιστολῇ τῆς σεμνοπρεπείας σου καὶ ἐναθλητικῆς ὑπομονῆς καὶ εὐχαρίστησα τῷ Κυρίῳ, ὅτι διαμένεις τῇ αὐτῇ προθέσει, τῇ αὐτῇ ὁμολογίᾳ Χριστοῦ, ἔχουσα καὶ λόγον εὐπροσήγορον μετὰ γνώσεως καὶ βίον ἐνάρετον κατηρτισμένον διὰ πίστεως. αὐτῇ τοίνυν πρέπει αἶνος καὶ ἔπαινος ὡς ἀληθῶς τῇ βασιλίσσῃ τῶν παθῶν, οὐχ ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ οὐδαμινοῖς, εἰ καὶ οὕτω κελεύεις λέγειν. Ἃ δὲ περὶ τοῦ ἀδελφοῦ προέγραψα, οὐχ ὡς ἐπ' ἀτόπῳ τινὶ (μὴ γένοιτο), ἀλλ' ἐπειδὴ τὸ παρ' ἄλλων γινόμενον ὑγιῶς ἑτέροις σκανδάλου ἐστὶν αἴτιον· ἐντετάλμεθα δὲ παρὰ τοῦ ἀποστόλου μὴ τιθέναι τῷ πλησίον πρόσκομμα ἢ σκάνδαλον. διὰ τοῦτο οὐ προϊσχόμην ἐκφυλακίζεσθαι τὸν ἀδελφόν, ὅπου γε, κἂν ἄφετος ἦν, οὐ λυσιτελὲς αὐτῷ ἐν παρθενῶσιν εἰσέρχεσθαι. καὶ τοῦτο οὐκ ὀφείλει σε λυπῆσαι, κυρία μου, εἰδυῖαν ὅτι σοῦ φροντίζω τὸ ἄψεκτον καὶ τὸ εὐκλεὲς ὡς μητρὸς οἰκείας, ὅπερ καὶ ἔστι· μήτηρ γάρ μου σύ, ἐπείπερ τοῦ Κυρίου εἶ· εἰ μὴ γὰρ οὕτως εἶχόν σε, οὐκ ἂν τὰ πρότερα ἐπέστελλον, οὐκ ἂν ἐποίουν τὰ κατὰ σέ. Ταῦτα γνοῦσα ἄφες τὴν λύπην καὶ πρόσθες τοῦ προσεύχεσθαι περὶ ἐμοῦ τοῦ ταπεινοῦ ὡς κἀγὼ ὑπὲρ σοῦ. 310 {1Εὐοδίῳ καὶ Ἰωάννῃ τέκνοισ}1 Ἥσθην, τέκνα, ἐπὶ τῇ ἀμφοτέρων προσφωνήσει, ὅτι συνημμένοι ὄντες ὁμοῦ καὶ ἐφθέγξασθε, ἃ καὶ τὴν ὑγείαν ὑμῶν ἐδήλωσεν καὶ τὴν ὑποκρυβὴν ὑμῶν ἐσήμανεν καὶ τὸν περὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς πόθον ἔδειξεν καὶ τὴν ἑτοιμασίαν ὑμῶν τῆς ὁμοτρόπου τῶν ἀδελφῶν ὁμολογίας διεσάφησεν καὶ τὸ ὅλον μαθητὰς ὑμᾶς εἶναι Χριστοῦ κατεμήνυσε. πῶς οὖν ἡμᾶς ἔμελλεν μὴ χαίρειν καὶ γάνυσθαι ταῦτα ἀκηκοότας; ἀλλ' ὁ ἐν σκέπῃ αὐτοῦ τῆς τοῦ φιλανθρώπου προνοίας περιέχων, αὐτὸς καὶ πρὸς τὸ ἑξῆς περιθάλψειεν, ἐκθρέψειεν, παραγάγοι ὡς ἂν βούλοιτο, εἴτε ἀπροσλήπτους εἴτε καὶ προσληφθέντας ὑπὸ τῶν διωκόντων. μὴ οὖν, εἰ τὸ δεύτερον γένοιτο, δειλανθῆτε· ὁ γὰρ παραχωρήσας ἐμπαρεῖναι, αὐτὸς παράσχοιεν ἰσχὺν ὑποῖσαι τὰ ὑπὲρ αὐτοῦ ἀθλήματα. Ἐμοὶ δὲ τῷ ταπεινῷ μὴ διαλείποιτε εὐχὴν σωτηρίας ποιεῖσθαι. καθὰ ᾐτήσασθε, ἐπέστειλα ταῖς δυσί. σωθείητε, ἀδελφοὶ πολυπόθητοι. 311 {1Ἀνατολίῳ τέκνῳ}1 Ἡ βραδυτής σου τῶν γραμμάτων, ὦ ἱερὸν τέκνον, εἰς λογισμούς με ἤγαγεν οὐκ εὐαγεῖς, ἐπεὶ καὶ ἡ μετάστασίς σου καὶ ἡ ἄφεσις αὕτη· καὶ ὅσον μὲν ἐξ ἀμφοτέρων ἔστιν ἐννοεῖν, πτῶσις (πῶς γὰρ ταῦτα οὕτως, οὐκ ἐχούσης φύσεως ἄφετόν τινα εἶναι καὶ ὅπῃ θέλοι πορεύεσθαι ἐν τῷ διωγμῷ τῷ παρόντι; ὅθεν μοι οὐχ ἡ τυχοῦσα περιωδυνία), ὅσον δὲ ἐκ τῶν γραμμάτων διδαχθείς, ἀνέθην ὁ ταπεινός, ἐσκίρτησα, ἐδόξασα τὸν θεόν μου. καί γε Κύριος ὁ θεός μου ἄπτωτόν σε τῇ προνοίᾳ αὐτοῦ διαφυλάξοι, ἀμέτοχον τῆς αἱρετικῆς κοινωνίας· βλέπε δὲ πῶς καθέζῃ καὶ ποῦ καὶ δίδαξον δι' ἑτέρας ἐπιστολῆς ἐντελέστερον τὸν τρόπον τῆς ἀφέσεως καὶ τὸ σῶσμα τῆς τιμίας σου ψυχῆς· καὶ φρόντισον καὶ σπούδασον ἐγγίζειν θεῷ τῷ μακρυσμῷ τῶν παθῶν· ὁ θάνατος γὰρ ἐγγύς. ἴδε, τέκνον, ᾤχετο καὶ ὁ τίμιος ἀνάδοχός μου, μακαρίως τελειωθεὶς ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, ἄνθρωπος ἐν νόσῳ χαλεπωτάτῃ ἐξορισθεὶς καὶ μὴ ἁλοὺς ὑπὸ τῶν ἀσεβῶν. τί ἡμεῖς εἴπωμεν; οὐ στερεοκαρδήσομεν; οὐ στομωθησόμεθα φόβῳ καὶ ἀγάπῃ θεοῦ πάντα ἐνεγκεῖν καθὰ καὶ οἱ ἀδελφοὶ ἡμῶν; ναί, ἀντιβολῶ, υἱέ μου ἠγαπημένε, κλέος μου καὶ αὔχημα, μὴ τοῖς ὁρωμένοις θελχθῶμεν, ὅτι παρερχόμενα, ἀλλὰ τοῖς οὐρανίοις κρατηθῶμεν· ταῦτα γὰρ τὰ αἰώνια. Οὕτω ταῦτα. περὶ τοῦ Σαββατίου, ὅτι οὕτως ἤχθη καὶ ἠγρίωται καί γε μετὰ πτῶσιν, πῶς οὐ λυπηρόν μοι; ἀλλὰ τί ἄλλο ἢ καὶ σὲ ὑπομεῖναι, ἃ σοὶ κατεπράξατο, καὶ ἡμᾶς τοὺς ταπεινοὺς προσεύχεσθαι τὴν ἀνακάλεσιν αὐτοῦ; 312 {1Ἰωάννῃ Καλχηδόνοσ}1 Καὶ ὡς πατὴρ ἠξίωσας τέκνον ἐλάχιστον προσειπεῖν καὶ ὡς σοφὸς τὰ θεῖα ἐδίδαξας τοὺς ἀμαθεῖς ἡμᾶς, ἐπαινέσας τοὺς ἀγεράστους, ὡς διδάσκαλος πολυειδὴς κέντρον ἀγάπης ἐνθεὶς