199
αὐτῷ ἔτει Κοσμᾶς ὁ πατριάρχης Ἀλεξανδρείας ὠρθοδόξησε σὺν τῇ πόλει αὐτοῦ ἐκ τῆς τῶν Μονοθελητῶν κακοδοξίας, κρατησάσης ἀπὸ Κύρου, τοῦ ἐπὶ Ἡρακλείου ἐπισκόπου Ἀλεξανδρείας. ἐπεστράτευσε δὲ Γάμερ τὴν Ῥωμανίαν μετὰ πλήθους Ἀράβων καὶ πολλοὺς αἰχμαλωτεύσας ὑπέστρεψεν. ἐφάνη δὲ σημεῖον ἐν τῷ οὐρανῷ κατὰ βορρᾶν μηνὶ Ἰουνίῳ. Οὐαλὶδ δὲ Πέτρον, τὸν ἁγιώτατον μητροπολίτην ∆αμασκοῦ, γλωττοτομηθῆναι ἐκέλευσε ὡς ἀναφανδὸν ἐλέγχοντα τὴν τῶν Ἀράβων καὶ Μανιχαίων δυσσέβειαν ἐξώρισέ τε αὐτὸν κατὰ τὴν εὐδαίμονα Ἀραβίαν, ἔνθα καὶ τελειοῦται μαρτυρήσας ὑπὲρ Χριστοῦ καὶ τρανῶς ἐκφωνήσας τὴν θείαν λειτουργίαν, ὡς οἱ διηγησάμενοί φασιν ἰδίαις ἀκοαῖς τοῦτο πεπληροφορῆσθαι. τούτου ζηλωτὴς καὶ ὁμώνυμος Πέτρος, ὁ κατὰ τὸν Μαϊουμᾶν, ἐν τοῖς αὐτοῖς ἀνεδείχθη χρόνοις μάρτυς ὑπὲρ Χριστοῦ αὐτόμολος. νόσῳ γὰρ συσχεθεὶς προσεκαλέσατο τοὺς τῶν Ἀράβων προύχοντας, ἅτε συνήθεις αὐτῷ ὄντας χαρτουλαρίῳ τελοῦντι τῶν δημοσίων φόρων, καί φησι πρὸς αὐτούς· "τὸν μὲν ὑπὲρ τῆς ἐπισκέψεώς μου μισθὸν παρὰ θεοῦ λάβοιτε, κἂν ἄπιστοι τυγχάνητε 417 φίλοι. τῆς διαθήκης δέ μου μάρτυρας ὑμᾶς εἶναι βούλομαι τοιαύτης οὔσης· πᾶς ὁ μὴ πιστεύων εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, τὴν ὁμοούσιον καὶ ζωαρχικὴν ἐν μονάδι τριάδα, πεπήρωται τὴν ψυχὴν καὶ τῆς αἰωνίου κολάσεώς ἐστιν ἄξιος. τοιοῦτός ἐστι καὶ ὁ Μουάμεδ, ὁ ψευδοπροφήτης ὑμῶν, καὶ τοῦ Ἀντιχρίστου πρόδρομος· ἀπόστητε οὖν, εἰ ἐμοὶ πείθεσθε μαρτυρομένῳ ὑμῖν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν, τῆς ἐκείνου μυθολογίας (εὐνοῶ γὰρ ὑμῖν), ἵνα μὴ σὺν ἐκείνῳ κολασθῆτε." ταῦτα καὶ ἄλλα πλεῖστα θεολογοῦντος αὐτοῦ ἀκούσαντες, θάμβει τε καὶ μανίᾳ συσχεθέντες μακροθυμεῖν ἔδοξαν, ὡς ἐκ τῆς νόσου παραφρονοῦντα τοῦτον οἰόμενοι· μετὰ δὲ τὸ διαγενέσθαι αὐτὸν ἐκ τῆς νόσου ἤρξατο μεγαλοφωνότερον ἀνακράζειν· "ἀνάθεμα Μουάμεδ καὶ τῇ μυθογραφίᾳ αὐτοῦ καὶ πᾶσι τοῖς πιστεύουσιν αὐτῇ." τότε τὴν διὰ ξίφους τιμωρίαν ὑποστὰς μάρτυς ἀνεδείχθη. τοῦτον ἐγκωμίοις λόγων τετίμηκεν ὁ ὅσιος πατὴρ ἡμῶν Ἰωάννης, ὁ καλῶς ἐπικληθεὶς Χρυσορρόας διὰ τὴν ἐπανθοῦσαν αὐτῷ τοῦ πνεύματος ἔν τε λόγῳ καὶ βίῳ χρυσαυγῆ χάριν, ὃν Κωνσταντῖνος ὁ δυσσεβὴς βασιλεὺς ἐτησίῳ καθυπέβαλεν ἀναθέματι διὰ τὴν ὑπερβάλλουσαν ἐν αὐτῷ ὀρθοδοξίαν, καὶ ἀντὶ τοῦ παππικοῦ αὐτοῦ ὀνόματος Μανσούρ, ὃ ἑρμηνεύεται λελυτρωμένος, Μάνζηρον Ἰουδαϊκῷ φρονήματι μετωνόμασε τὸν νέον τῆς ἐκκλησίας διδάσκαλον. τῷ δ' αὐτῷ ἔτει Οὐαλὶδ τοὺς Κυπρίους μετῴκισεν εἰς Συρίαν. Ὁ δὲ Ἀρτάυασδος Νικήταν, τὸν υἱὸν αὐτοῦ, μονοστράτηγον προβαλόμενος εἰς τὸ τῶν Ἀρμενιάκων θέμα ἐξέπεμψεν, ὁμοίως δὲ Νικηφόρον, τὸν υἱὸν αὐτοῦ, ἔστεψε διὰ Ἀναστασίου τοῦ πατριάρχου. τῷ δ' αὐτῷ ἔτει μηνὶ Μαΐῳ Ἀρτάυασδος ἐπὶ τὰ μέρη τοῦ Ὀψικίου ἐξελθών, τὴν Ἀσίαν στρατολογήσας κατέλαβεν, ἐκπορθῶν αὐτήν. Κωνσταντῖνος δὲ τοῦτο μαθὼν ἐκίνησε κατ' αὐτοῦ. καταλαβὼν δὲ αὐτὸν εἰς τὰ μέρη Σάρδεων ἀπὸ τοῦ Κελβιανοῦ ἀνερχόμενον καὶ συμβαλὼν μετ' αὐτοῦ πόλεμον τρέπει αὐτὸν καὶ καταδιώκει μέχρι Κυζίκου. ὁ δὲ τὴν Κύζικον καταλαβὼν καὶ εἰς δρόμωνα εἰσελθὼν διασώζεται ἐν τῇ πόλει. μηνὶ δὲ Αὐγούστῳ τῆς αὐτῆς ιαʹ ἰνδικτιῶνος 418 Νικήτας ὁ μονοστράτηγος, υἱὸς Ἀρταυάσδου, συμβαλὼν Κωνσταντίνῳ εἰς πόλεμον πρὸς τῇ Μοδρινῇ φεύγει τραπείς, καὶ τὸν μὲν πατρίκιον Τηριδάτην τὸν Ἀρμένιον, στρατιώτην γενναῖον ὑπάρχοντα καὶ ἐξάδελφον Ἀρταυάσδου, σὺν ἄλλοις ἐπιλέκτοις ἄρχουσιν ἀνεῖλον, ἑκατέρων δὲ τῶν μερῶν πτῶσις οὐ μικρὰ γέγονεν, Ἀρμενίων τε καὶ Ἀρμενιάκων μαχησαμένων πρὸς ἀνατολικοὺς καὶ Θρᾳκησίους, τοὺς ὑπερμάχους Κωνσταντίνου. ὁ δὲ ἀρχέκακος διάβολος τοιαύτην κατὰ τῶν Χριστιανῶν ἐν τοῖς χρόνοις τούτοις ἤγειρε μανίαν καὶ ἀλληλοσφαγίαν, ὥστε τέκνα κατὰ γονέων καὶ ἀδελφοὺς κατὰ ἀδελφῶν συγκινεῖσθαι ἀφειδῶς εἰς σφαγήν, καὶ ἀνηλεῶς ἐμπυρίζειν τὰς ἀλλήλοις ὑπαρχούσας στάσεις τε καὶ οἰκίας. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτος αʹ. γʹ.