1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

200

οὐχ ὡς μεμιαμμένος, ἀλλ' ἵνα μὴ τὰ ἐκκλησιαστικὰ παρεμ ποδίζοιτο. οθ. Ἐάν τις δαίμονα ἔχῃ, κληρικὸς μὴ γινέσθω, ἀλλὰ μηδὲ τοῖς πιστοῖς συνευχέσθω· καθαρισθεὶς δὲ προσδε χέσθω, καὶ ἐὰν ᾖ ἄξιος, γινέσθω. π. Τὸν ἐξ ἐθνικοῦ προσελθόντα καὶ βαπτισθέντα ἢ ἐκ φαύλης διαγωγῆς οὐ δίκαιον παραυτὰ προχειρίζεσθαι εἰς ἐπισκοπὴν ἄδικον γὰρ τὸν μηδέπω πεῖραν ἐπιδειξάμενον ἑτέρων εἶναι διδάσκαλον, εἰ μή που κατὰ θείαν χάριν τοῦτο γένηται. πα. Eἴπομεν, ὅτι μὴ χρὴ ἐπίσκοπον καθεῖναι ἑαυτὸν εἰς δημοσίας διοικήσεις, ἀλλὰ προσευκαιρεῖν ταῖς ἐκκλησιαστι καῖς χρείαις· εἰ δὲ μὴ, ἀποτιθέσθω. «Oὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύεινή κατὰ τὴν κυριακὴν παρακέλευσιν. πβ. Oἰκέτας εἰς κλῆρον προχειρίζεσθαι ἄνευ τῆς τῶν δεσποτῶν γνώμης οὐκ ἐπιτρέπομεν ἐπὶ λύπῃ τῶν κεκτη μένων· οἴκων γὰρ ἀνατροπὴν τὸ τοιοῦτο ἐργάζεται. Eἰ δέ ποτε καὶ ἄξιος φανείη οἰκέτης πρὸς χειροτονίαν βαθμοῦ, οἷος Ὀνήσιμος ὁ ἡμέτερος ἐφάνη, καὶ συγχωροῦσιν οἱ δεσπόται καὶ ἐλευθεροῦσιν καὶ τοῦ οἴκου ἑαυτῶν ἐξαποστέλ λουσιν, γινέσθω. πγ. Ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον στρατείαις παραμένοντα καὶ ἀμφότερα ποιεῖν βουλόμενον, κατέχειν ·ωμαϊκὴν ἀρχὴν καὶ ἱερατικὴν διοικεῖν, καθαιρεῖν χρή· «Τὰ γὰρ καίσαρος καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ». πδ. Ὅστις ὑβρίσει βασιλέα ἢ ἄρχοντα παρὰ τὸ δίκαιον, τιμωρίαν τιννύτω· καὶ εἰ μὲν κληρικός, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω. πε. Ἔστω δὲ ὑμῖν πᾶσι κληρικοῖς καὶ λαϊκοῖς βιβλία σεβάσμια καὶ ἅγια τῆς μὲν παλαιᾶς διαθήκης Μωσέως πέντε· Ἰησοῦ δὲ τοῦ Ναυὴ ἕν, τῶν Κριτῶν ἕν, τῆς Ῥοὺθ ἕν, τῶν Βασιλειῶν τέσσαρα, Παραλειπομένων τῆς βίβλου τῶν ἡμερῶν δύο, Ἔσδρα δύο, Ἐσθὴρ ἕν, Ἰουδὶθ ἕν, Μακκα βαίων τέσσαρα, Ἰὼβ ἕν, βίβλος Ψαλμῶν ἑκατὸν πεντήκοντα καὶ ἑνός, Σολομῶντος βιβλία πέντε· Προφῆται δέκα ἕξ· ἔξωθεν ὑμῖν προσιστορείσθω μανθάνειν ὑμῶν τοὺς νέους τὰς Σοφίας τοῦ πολυμαθοῦς Σιράχ. Ἡμέτερα δέ, τοῦτ' ἔστι τῆς καινῆς διαθήκης, Eὐαγγέλια μὲν τέσσαρα, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν εἴπομεν, Ματθαίου, Μάρκου, Λουκᾶ, Ἰωάννου· Παύλου ἐπιστολαὶ δεκατέσσαρες, Ἰακώβου μία, Ἰωάννου τρεῖς, Ἰούδα μία, Πέτρου δύο, Κλήμεντος δύο, καὶ αἱ ∆ιαταγαὶ ὑμῖν τοῖς ἐπισκόποις δι' ἐμοῦ Κλήμεντος ἐν ὀκτὼ βιβλίοις προσπεφωνημέναι, ἃς οὐ χρὴ δημοσιεύειν