200
πάντων ἐφεξῆς τοὺς ἱεροὺς ᾀδόντων ὕμνους. καὶ ἦν οὐκ ἔκπληξιν μόνον, ἀλλὰ καὶ ἡδονὴν τὸ θέαμα παρέχον, κατάλογος ἱερὸς ὁρώμενος τοσοῦτος ἅμα τοῖς ἱεράρχαις, στολαῖς ἱεραῖς κεκοσμημένοι καὶ μίαν τελοῦντες τελετὴν, ὑφ' ἑνὶ καθηγεμόνι τῷ πατριάρχῃ τεταγμένοι. λαμπάδων δὲ περιουσίᾳ καὶ τῇ ἄλλῃ πολυτελείᾳ τῆς παρασκευῆς καὶ τὰς πώποτε ὑμνουμένας παρηκόντισε τῶν ἑορτῶν. ἀναλώματα δὲ τὰ ἐπὶ τούτοις καὶ τοὺς τῶν ἱερέων μισθοὺς, φιλοτίμως μάλιστα γεγενημένους ἑκάστῳ κατ' ἀξίαν, οἴκοθεν ὁ μέγας δομέστικος παρέσχετο αὐτός. βʹ. Ἀλλὰ τὰ μὲν τῶν ἱλασμῶν τοιαῦτα ἐγεγόνει. αὐτὸς δὲ εἴχετο τῆς τῶν πραγμάτων διοικήσεως ὥσπερ καὶ πρότερον, μηδένα ὑποπτεύων περὶ οὐδενός. τῷ πατριάρχῃ δὲ οὐκ ἤρκει μένειν ἐπὶ τοῖς προτέροις, ἀλλ' ἐδόκει δεῖν ἀντέχεσθαι τῆς τῶν κοινῶν πραγμάτων διοικήσεως, ὡς αὐτῷ προσηκούσης ἐκ τοιαύτης δή τινος αἰτίας. ἔτι περιόντος βασιλέως οὐκ ὀλίγῳ χρόνῳ πρὸ τῆς τελευτῆς συνεβούλευεν ὁ μέγας δομέστικος αὐτῷ πατριάρχην πεῖσαι ἐπιτίμιον ἀνατείνασθαι καὶ χωρισμὸν τῆς ἐκκλησίας τῶν πιστῶν, εἴ τις τετε 2.17 λευτηκότος βασιλέως ἐπιβουλεύσειε τοῖς ἐκείνου παισὶ καὶ τὴν βασιλείαν παρέλοιτο ἀδίκως. ἔφασκέ τε πείθειν ἐπιχειρῶν, ὡς οὐδὲν ἔσονται τοιαῦτα πράττοντες τῶν ἀτόπων εἰργασμένοι καὶ παραλόγων, ἀλλὰ καὶ ὠφέλειαν οὐ μικράν τινα παρέξονται τοῖς παισὶν ἐκ τούτου, εἴ τι τοιοῦτον συμβαίη περὶ αὐτούς. πᾶσι μὲν γὰρ ἄδηλον εἶναι τὸ τοῦ θανάτου τέλος, ὁπότε ἥξει, μάλιστα δὲ αὐτοῖς ἀεὶ περὶ μάχας καὶ κινδύνους ἠσχολημένοις. καὶ οὐδὲν εἶναι τῶν ἀδυνάτων, εἰ καὶ ἀμφοτέροις αὐτοῖς συμβαίη περὶ μίαν μάχην πεσεῖν. εἰ δὲ τοῦτο γένοιτο, ἀπρονοήτους παντάπασι συμβαίνει λείπεσθαι τοὺς παῖδας, μήθ' ἑαυτοῖς ἀμύνειν διὰ νηπιότητα δυναμένους, μήθ' ἕτερόν τινα ἔχοντας τὸν προστησόμενον γνησίως καὶ ἀδόλως. βασιλεὺς δὲ οὐκ ἐπείθετο ῥᾳδίως, γνώμης τε ὢν ἀγαθῆς καὶ μᾶλλον οἰόμενος προσήκειν ἐπὶ τὴν πάντα δυναμένην δεξιὰν τὰς ἐλπίδας τῆς τῶν παίδων σωτηρίας ἔχειν, ἢ πρὸς συκίνην ἐπικουρίαν τὴν ἐξ ἀνθρωπίνης ἐπινοίας ἀποβλέπειν, συνορῶν, ὡς καὶ τοῖς πρὸ ἐκείνων βασιλεῦσι τοιαῦτα ἐπινενοημένα ὤνησαν οὐδέν. ἔφασκέ τε, ὡς ἢ θεὸς ἄνωθεν χεῖρα σώζουσαν ὑπερέχων ἢ τῶν ἡμῖν εὔνων ἡ δύναμις, ἂν τῶν ἐναντίων ὑπερέχῃ, τὰς τῶν ἀδικεῖν ἐθελόντων ἂν κωλύσειεν ὁρμάς· ὅρκοι δὲ καὶ δεσμοὶ καὶ ὅσα παραπλήσια, οὐδὲν ἂν ἐκφοβήσειε τοὺς πλεονεκτεῖν προῃρημένους. διὸ καὶ τῆς τοιαύτης πράξεως ἀποσχέσθαι, ὡς οὐ μόνον οὐδὲν ἡμῖν λυσιτελούσης, ἀλλὰ καὶ ἑτέροις οὐ τὴν τυ 2.18 χοῦσαν βλάβην δυναμένης προξενεῖν, οἷα δὴ πρὸς τῷ δίκας τῆς ἁρπαγῆς ὀφείλειν καὶ κεχωρισμένοις ἀπὸ θεοῦ. ὁ μέγας δὲ δομέστικος οὐκ ἀνίη βιαζόμενος, ἀλλ' ἐδεῖτο τῶν μὲν τοιούτων λόγων ἀποσχέσθαι, αὐτῷ δὲ πείθεσθαι, ὡς λυσιτελοῦντα καὶ δίκαια βουλευομένῳ. καὶ ἔπεισέ γε βιασάμενος, οὐδ' οὕτω μὲν πεπεισμένον, ὡς λυσιτελῆ τὰ πραττόμενα εἴη, ἀλλὰ τῆς ἐξαρχῆς ἐχόμενον γνώμης, διὰ δὲ τὸ δοκεῖν ἐκείνῳ λυσιτελεῖν καὶ ἄκοντα πεπεισμένον. καὶ τὸν πατριάρχην μετακαλεσάμενος καὶ ὅσοι τῶν ἀρχιερέων ἐν Βυζαντίῳ τότε παρῆσαν, καὶ ὅσα ἦν εἰκὸς διαλεχθεὶς περὶ τοῦ πράγματος καὶ τὴν γνώμην φανερὰν ποιήσας, ὡς αὐτῷ μὲν οὔτε ἀναγκαῖον, οὔτε λυσιτελὲς δοκεῖ τὸ πρᾶγμα, οὐ γὰρ ἐπισχήσει τὰς ὁρμὰς τῶν ἐπιβούλων· ὡς ἂν δὲ μὴ δοκοίη τοῖς σφετέροις μόνοις πείθεσθαι λογισμοῖς, ἀλλὰ καὶ ἑτέροις συμβουλεύουσι παραχωρεῖν αὐτόν τε πεπεῖσθαι καὶ σφίσιν ἐπιτρέπειν, ἐκέλευε τὸν ἀφορισμὸν κατὰ τῶν μετὰ τὴν ἐκείνου τελευτὴν τοῖς παισὶν ἀδίκως ἐπιθησομένων ἐκφωνεῖν. καὶ ἐτελεῖτο παρὰ πατριάρχου, ᾗ προσέταττεν ὁ βασιλεύς. διὰ ταῦτα δὴ μετὰ τὴν ἐκείνου τελευτὴν ὁ πατριάρχης ᾠήθη δεῖν, οἷα δὴ τῶν βασιλέως παίδων φύλαξ, ἄλλως θ' ὅτι καὶ ὁ τοῦ βασιλέως παῖς Ἰωάννης ὁ βασιλεὺς ἔτι νήπιος ἦν, ἄρτι παιδικῆς ἡμμένος ἡλικίας, ἔτη γὰρ ἦν γεγονὼς ἐννέα· ἀνθάπτεσθαι τῶν πραγμάτων καὶ τὴν βασιλείαν συνδιασώζειν τῷ νέῳ βασιλεῖ. καὶ ἥπτετό γε αὐτῶν, λανθάνειν ἐπιχειρῶν ὡς μάλιστα ἐνῆν καὶ κατὰ μικρὸν ἐμβιβάζων ἑαυτὸν εἰς τὴν ἀρ 2.19 χήν. ἐδεδίει γὰρ