200
ποιούμενος εἰς ̔Ιεροσόλυμα τὰ ἱερὰ πρὸς ταύτην ἀνήλισκε χρήματα. συνελθόντες ουν πολλοὶ κατεβόων Πιλάτου, παύσασθαι ἀξιοῦντες, τινὲς δὲ καὶ λοιδορίαις ἐκέχρηντο κατ' αὐτοῦ. ὁ δὲ στολαῖς ̓Ιουδαϊκαῖς πλῆθος στρατιωτῶν κεχρημένον σκυτάλας τε ὑπὸ ταῖς στολαῖς εχον περιελθεῖν κύκλῳ τῶν θορυβούντων ἐκέλευσε, καὶ ουτως ἀναχωρεῖν τοῖς ̓Ιουδαίοις ἐπέταττεν. ὡς δ' ηρξαντο λοιδορεῖν, τοῖς στρατιώταις δίδωσι σύνθημα· οἱ δὲ πληγαῖς τοὺς θορυβοῦντας ἐκόλαζον. ἐκεῖνοι δὲ αοπλοι οντες καὶ πληττόμενοι οὐδὲν ἐνδόσιμον ἐφρόνουν, ἀλλὰ πολλοὶ μὲν επιπτον, οἱ δ' αλλοι τραυματίαι ἀπῄεσαν. Κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ κύριος ἡμῶν καὶ θεὸς ̓Ιησοῦς Χριστὸς ἐν ̓Ιουδαίᾳ ἐφάνη, περὶ ου ταῦτα κατὰ λέξιν φησὶν ὁ ̓Ιώσηπος ἐν τῷ ὀκτωκαιδεκάτῳ λόγῳ τῆς ̓Αρχαιολογίας. "γίνεται δὴ κατὰ τοῦτον τὸν χρόνον ̓Ιησοῦς, σοφὸς ἀνήρ, ειγε ανδρα αὐτὸν λέγειν χρή· ην γὰρ παραδόξων εργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν σὺν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν ̓Ιουδαίους, πολλοὺς δὲ καὶ τοῦ ̔Ελληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς ουτος ην. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ' ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην εχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ αλλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότων. εἰσέτι νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον." Καὶ ταῦτα μὲν ἀρχαιολογῶν ὁ ̓Ιώσηπος εγραψε περὶ τοῦ Χριστοῦ· ἐν δὲ τῷ πρὸς Ελληνας αὐτοῦ 2.13 λόγῳ, ος κατὰ Πλάτωνος ἐπιγέγραπται περὶ τῆς τοῦ παντὸς αἰτίας, ου καὶ ὁ αγιος ̓Ιωάννης ὁ ∆αμασκηνὸς μνείαν πεποίηται ἐν τῇ πονηθείσῃ αὐτῷ βίβλῳ τῇ καλουμένῃ Παράλληλα, ταῦτά φησι. "πάντες γὰρ δίκαιοί τε καὶ αδικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται. τούτῳ γὰρ ὁ πατὴρ τὴν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ον Χριστὸν προσαγορεύομεν. οὐδὲ γὰρ Μίνως καὶ ̔Ραδάμανθυς κριταὶ καθ' ὑμᾶς, Ελληνες, ἀλλ' ον ὁ θεὸς καὶ πατὴρ ἐδόξασε· περὶ ου ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ζητοῦντας τὴν ἀλήθειαν. ουτος τὴν πατρὸς ἑκάστῳ δικαιοκρισίαν ποιούμενος, πᾶσι κατὰ τὰ εργα παρασκευάσει τὸ δίκαιον. ου κρίσει παραστάντες πάντες ανθρωποί τε καὶ αγγελοι καὶ δαίμονες μίαν ἀποφθέγξονται φωνὴν ουτω λέγοντες, δικαία σου ἡ κρίσις. ης φωνῆς τὸ ἀνταπόδομα ἐπ' ἀμφοτέροις ἐπάγει τὸ δίκαιον, τοῖς μὲν ευ πράξασι δικαίως τὴν ἀΐδιον ἀπόλαυσιν παρασχόντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασιν ἀπονείμαντος. καὶ τούτοις μὲν τὸ πῦρ ασβεστον διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις εμπυρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ δ' ὀδύνῃ ἐκ σώματος ἐκβράσσων παραμένει." καὶ αλλα δ' ἐπὶ τούτοις φησίν. Ουτω μὲν ουν περὶ Χριστοῦ γέγραφεν ὁ ̓Ιώσηπος. ἐν δὲ ̔Ρώμῃ τότε Παυλῖνά τις ην καὶ γένους περιφανείᾳ καὶ τρόπων σεμνυνομένη χρηστότητι καὶ 2.14 πλούτου περιττῶς εχουσα· ουσα δὲ καὶ τὴν οψιν χαρίεσσα καὶ τῆς ἡλικίας ἐν ῃ γυναῖκες ἀγάλλονται, σωφροσύνῃ κεκόσμητο. συνῴκει δὲ Σατορνίνῳ, ἀνδρὶ μηδὲν αὐτῆς εἰς εκαστον τῶν καλῶν ἀποδέοντι. ταύτης ἑάλω τῷ ερωτι ∆έκιος Μοῦνδος, ἐν ἀξιώματι ων μεγάλῳ τῶν τότε ἱππέων, καὶ ἐπείρα δώροις· εικοσι γὰρ μυριάδας δραχμῶν ̓Αττικῶν εὐνῆς ἐδίδου μιᾶς. ἡ δὲ οὐκ ἠνείχετο. κἀκεῖνος ἐξῆπτο πλέον εἰς ερωτα, ωστε βρώσεως ἀποχῇ ἑαυτῷ μνηστεύεσθαι θάνατον. ην δὲ τούτῳ ἀπελευθέρα πατρῴα Ιδη καλουμένη, παντοίων ιδρις κακῶν. αυτη ουτως εχοντα τὸν νεανίαν ὁρῶσα ἀναθαρσύνει λόγοις καὶ ἀναζωπυρεῖ ὑποσχέσεσι, πέντε μυριάδων αὐτῇ δεήσειν λέγουσα μόνων ωστε τὴν πρᾶξιν αὐτῷ κατεργάσασθαι. καὶ λαβοῦσα τὸ αἰτηθὲν ἀργύριον, ἐπεὶ οὐχ ἁλωτὴν ἑώρα τὴν Παυλῖναν τοῖς χρήμασι, τῇ δὲ θεραπείᾳ τῆς Ισιδος, θεὸς δ' αυτη τοῖς ̔Ρωμαίοις τότε νενόμιστο, ῃδει ταύτην προσκειμένην θερμότατα, πρόσεισι τῶν τῆς ψευδοῦς ἐκείνης θεοῦ ἱερέων τισί, καὶ χρήμασιν ἀναπείθει τὴν Παυλῖναν ἐξαπατῆσαι αις δύναιντο μηχαναῖς καὶ τῷ Μούνδῳ συγκατακλῖναι. οἱ δὲ θελχθέντες τοῖς χρήμασι τῇ πράξει ἐπέβαλον. καὶ