200
ἀγρῶν ἐπανιόντας. ̓Εργολάβουσ. τοὺς ὑπέρ τινων εργων μισθὸν λαμβάνοντας. ̓Ερεβησαῖοι. εθνος. τὴν τῶν ̓Ερεβησαίων πόλιν πορθήσαντες. epsilon.858 ̓Ερέβινθοσ. τὸ τοῦ ἀνδρὸς αἰδοῖον. καὶ ον ἐσθίομεν ἐρέβινθον. Ερεβοσ. τὸ ὑπὸ τὴν γῆν σκότος, ὁ πρὸ τοῦ ταρτάρου τόπος. παρὰ τὸ ἐρέφω. τὸ καταστεγασμένον ὑπὸ τῆς γῆς. η παρὰ τὴν εραν βαῖνον. ̓Ερέτησ. ὁ κωπηλάτης καὶ ἐρετικός. ̓Ερετμόσ. ἡ κωπηλασία. ̓Ερετριεύσ. κύριον. καὶ ̓Ερέτρια, πόλις. ̓Ερεγμόσ. ὁ διασχιζόμενος κύαμος. ἐκ τούτου δὲ καὶ τὸ ἐρείκω, τὸ σχίζω. ̓Ερεχθεύσ. ὁ ̓Εριχθόνιος λεγόμενος. ἀπὸ τοῦ ἐσπάρθαι εἰς τὴν εραν· η ἀπὸ τῆς ὀρέξεως τοῦ ̔Ηφαίστου. ̓Ερημαῖοσ. ὁ ερημος λόφος. ̓Ερημοσκόποι. οἱ ῥαθυμοφύλακες. ερημον γὰρ καὶ τὸ ἀκίνητον καὶ νωθρόν. ̓Εριβρεμέτασ. μεγαλοκτύπους. ἀπὸ τοῦ ερι ἐπιτατικοῦ μορίου, καὶ τοῦ βρέμω, τὸ ἠχῶ. ̓Εριαύχενασ. μεγαλοτραχήλους. ̓Ερίγδουποσ. ὁ μεγάλους κτύπους ποιῶν διὰ τῶν βροντῶν. τὸ ˉγ παρέλκον ἐστίν. epsilon.859 ̓Ερίηρεσ. εὐάρμοστοι η ἐπιθυμητοί. ̓Ερίθακοσ. ορνεον μονῆρες καὶ μονότροπον. ̓Εριθηλέσ. ὁ μεγάλως θάλλων. Εριθοσ. ὁ ἐργάτης. σημαίνει καὶ τὴν γυναῖκα τὴν ἐργαζομένην τὰ ερια. καὶ ἐπὶ μὲν τοῦ ἐργάτου ἀπὸ τοῦ ερα, ο ἐστιν ἡ γῆ, κατὰ μετάθεσιν τοῦ ˉα εἰς ˉι· ἐπὶ δὲ τῆς γυναικὸς ἀπὸ τοῦ εριον γέγονεν εριθος. ̓Ερινεόσ. ἡ ἀγρία συκῆ, καὶ ὁ ἐκ ταύτης καρπὸς, ον ἀπαρτῶσι ταῖς ἡμέραις συκαῖς. ̓Εριούνιοσ. εἰρηνικὸς, ὠφέλιμος. ̓Ερικνώδησ. διεῤῥηγμένος. ̓Ερισμάραγοσ. βαρύηχος. ̓Ερίσχηλοσ. λοίδορος. ἀπὸ τοῦ ἐρίζειν διὰ τῶν χειλέων. ἐρίλεσχος τὶς ων, ὁ ἐξ εριδος λεσχαίνων. ̓Ερίτιμοσ. ὁ μεγαλότιμος, καὶ μεγάλως εντιμος. καὶ ἐριτιμώτατος. ̓Εριχθόνιοσ. ὁ ̔Ερμῆς. μετασυντέθειται ἡ λέepsilon.860 ξις. ωσπερ γὰρ λέγομεν φθινόπωρον καὶ μετόπωρον καὶ πάλιν φθινομετόπωρον, ουτω ἐριούνιος ̔Ερμῆς καὶ χθόνιος καὶ ἐριχθόνιος ̔Ερμῆς. ̔Ερικούδιον. τὸν φύλακα τοῦ οικου ̓Αθηναῖοι καλοῦσιν. ερκιον γὰρ τὸν οικον ἐκάλουν. ̔Ερκίτησ. ὁ φύλαξ. ̔Ερμᾶν. υφαλος πέτρα. ουτως ̓Αντιφῶν καὶ ̓Ανακρέων καὶ ̓Αριστοφάνης. ̔Ερμαφρόδιτον. τὸν αἰσχρῶς ποιοῦντα καὶ πάσχοντα. ̔Ερμαῖοσ. ὁ τετράγωνος λίθος. ̔Ερμῆσ. ουτος ην Αἰγύπτιος σοφὸς, ηκμαζε δὲ πρὸ τοῦ Φαραώ. ̔Ερμῆς ὁ τρισμέγιστος. ̔Ερμιονεῖσ. ονομα εθνους. ̔Ερμείασ. κύριον. ̔Ερμοκοπίδαι. ουτοι ἠκρωτηρίασαν τοὺς ̔Ερμᾶς, οτε εμελλον πλεῖν ἐν Σικελίᾳ. ̔Ερμῖνεσ. οἱ τῆς κλίνης πόδες. Ερμων. ποταμός. epsilon.861 ̔Ερμονιείμ. τὸ ορος τοῦ ̓Αερμών. Ερον. τὸν ερωτα. ερον σμίκρυνε· τὸν γέλων μέγα γράφε. Ερουλοι. ονομα εθνους. ̔Ερπηστικόσ. ὁ ερπων. καὶ ἑρπησμὸς καὶ ἑρπηστής. Ερπυλοσ. ειδος φυτοῦ εὐώδους, σαμψύχῳ ομοιον, ο μάλιστα ἐν τοῖς υδασι θάλλει. παρὰ τὸ ερπειν ἐν τῷ αυξεσθαι. ̔Ερσαῖοσ. δροσώδης. ̓Ερύγμηλοσ. μεγαλόφωνος. ταῦρον ἐρύγμηλον. ἐρύγμηλος ὡς βέβηλος. τὰ γὰρ διὰ τοῦ ˉηˉλˉοˉς ὑπὲρ δύο συλλαβὰς προσηγορικὰ η κύρια προπαροξύνονται. οιον· κάμηλος, φάσηλος. τὰ μέντοι ἐπιθετὰ ὀξύνονται, οτε εχει παρασχήματα θηλυκά. οιον· σιγηλὸς, ὑψηλὸς, μιμηλός. τὰ δὲ μὴ ουτως εχοντα προπαροξύνονται. οιον· κάπηλος, βέβηλος. ουτως ουν ἐρύγμηλος. ̓Ερυθραῖοι. οἱ ἀπὸ πόλεως τῆς ἐν ̓Ιωνίᾳ ̓Ερυ θρᾶς καλουμένης. ̓Ερύπειοσ. τόπος ουτω καλούμενος. ̓Ερανιστήσ. κυρίως ὁ τοῦ ἐράνου μετέχων, καὶ epsilon.862 τὴν εἰσφορὰν, ην ἑκάστου μηνὸς εδει καταβάλλειν, εἰσφέρων. ̓Αριστοφάνης· ὁλκὰς πρώην ἐρανιστὰς ἐσθίων εψημα ετνος. Ερωσ. ὁ στέφανος παρὰ Νικαεῦσιν, ὁ ἐκ τῆς γῆς ἠρανισμένος. ̓Ερωτομανήσ. ὁ μανικῶς καὶ ἐπιθυμητικῶς εχων τοῦ πορνεύειν. ̓Ερώεισ. ὁ ὑποχωρῶν. η καὶ ὁ ἐπιθυμητικός. ̓Ερωδιόσ. ορνεον ομοιον πελαργῷ. ∆αβίδ· τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. αὐτῶν μέντοι τῶν στρουθίων ἡγεῖσθαι φασὶν τὴν οἰκίαν ητοι τὴν καλιὰν τοῦ ἐρωδιοῦ. διὰ τί τοῦτο; τὰ ὑψηλότατα τῶν δένδρων καταλαμβάνοντες οἱ ἐρωδιοὶ νεοττεύουσιν, ὡς ἐπίπαν ἐν ἐλάταις ταῖς πασῶν ὑψηλοτάταις τῶν δένδρων. καὶ ̓Ακύλας. φησίν· ἐρωδιῷ ἐλάται οικος αὐτῷ· τῷ δὲ ἰκτίνῳ βόρατον οικησις. οὐδὲ τοῦτο μάτην προσέθηκεν ὁ ∆αβὶδ, ἀλλ' ινα δηλώσῃ, πόσην καὶ τοῖς εξω ζώοις ὁ δημιουργὸς ἐνέθηκε σύνεσιν. ωστε εἰδέναι τοῖς