15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ἐπήνεγκεν; ἀλλ' οὐ τὸ τῶν πολλῶν πέπονθεν, οἳ μὴ ἔχοντες ἴδιον κριτήριον τῆς οἰκείας ψυχῆς μηδὲ τὰ τῶν ἄλλων δοκιμάζειν ἰσχύοντες, γεννᾶν τε καὶ ἀφ' ἑαυτῶν εἴ πῃ δύναιντο, ἀλογίστως ἅμα καὶ ἀμαθῶς τοῖς προηγησαμένοις ἕπονται. Αὐτίκα τοίνυν ὁ μὲν Ἀριστοτέλης ἀγέννητον εἶναι τὸν χρόνον ἐν τοῖς Φυσικοῖς ἀποδείκνυσι, τοῖς χρονικοῖς ἐπιρρήμασι τὸ ἀίδιον αὐτοῦ τεκμαι ρόμενος καὶ φληνάφοις τισὶν ἀναλύσεσιν, οὐσίαν τε αὐτῷ δίδωσι «τὸ πρῶ τον καὶ τὸ ὕστερον»· τοῦτο τάχα οὐ κακῶς.
Πλάτων δὲ καλῶς γε ποιῶν «μετὰ» τοῦ «οὐρανοῦ» τοῦτον γεννᾷ· δεῖ γὰρ μετὰ κινήσεως εἶναι· κίνησις δὲ οὐκ ἦν μεγέθους μὴ ὄντος· ἀκινήτων δὲ τῶν εἰδῶν ὄντων πῶς ἂν εἴη ὁ χρόνος; δεῖ οὖν τῇ μὲν κινήσει τὸν χρόνον παραμετρεῖν, τῷ ἀκινήτῳ δὲ τὸν αἰῶνα. πλὴν τοσοῦτον καὶ περὶ τούτων διασταλτέον, ὡς τοῖς πάλαι φιλοσόφοις ἔδοξεν ὅτι μόνῃ τῇ κύκλῳ κινήσει ἡ τοῦ αἰῶνος ἀπομεμέρισται ἔννοια· τελεία γὰρ καὶ οὐ γιγνομένη, τοιοῦτος δὲ καὶ ὁ αἰών. ὁ δὲ Φοῖνιξ Πορφύριος καὶ ὁ πρὸ ἐκείνου τῇ φιλοσοφίᾳ ἐμπρέψας Πλωτῖνος καινότα τόν τινα λόγον περὶ αἰῶνος ἀποδεδώκασιν· ἀκινήτοις γὰρ καὶ ἀδιαστάτοις τοῦτον παρεσχηκότες εἴδεσιν, ἀκίνητον πάντῃ καὶ ἀδιάστατον ἀποδεδώ κασιν, «ἀπὸ τοῦ ἀεὶ εἶναι» εὐσήμως ἐτυμολογήσαντες. ὥσπερ γάρ, φασί, τὸ παρῳχηκὸς καὶ τὸ μέλλον ἀφῄρηται τῶν ὑπὲρ τὴν ὕλην εἰδῶν, οὕτω δὴ καὶ τὸ μέτρον τούτων ὁ αἰὼν ἐπίσης τούτων ἀφέστηκε· μένει δὲ ὅπερ ἐστίν, ἐνεστώς. Τοῦτον οὖν τὸν λόγον οὐδ' ὁπωστιοῦν ὁ μέγας οὗτος ἀνὴρ ἀποδέχεται· εἰ γὰρ τοιοῦτον ὁ αἰών, ὡς μὴ πάντῃ μετρούμενος μηδέ τινα ἔχων διά στασιν, ἀμερὴς δήπου πάντως ἐστί. λείπεται οὖν ἐν σημείῳ τὰ αἰώνια συγκεκλεῖσθαι πάντα· τοιοῦτον γὰρ τὸ ἀμερές. καὶ τοῦτο μὲν τὸ περὶ τοῦ αἰῶνος νόημα ὡς ὀνειροκριτικὸν καὶ ἀνυπόστατον πάντ[ῃ] παραιτησάμε νος, αὐτὸς οἰκείαν εἰσάγει περὶ χρόνου καὶ αἰῶνος διάνοιαν. καὶ «χρόνον» μέν φησι πᾶν τὸ «μετρούμενον ἡλίῳ» καὶ ἄστροις διάστημα (τοῦτο γοῦν καὶ ἡμεῖς φαμεν, ὡριαῖον χρόνον καὶ ἡμερήσιον, τῷ τοῦ ἡλίου δρόμῳ ἢ τῷ τῶν ἄλλων ἀστέρων τοῦτο συντεκμαιρόμενοι), αἰῶνα δὲ τὸν διεστηκότα μέν, μὴ μέντοι γε ἑτέρων σωμάτων κινήσεσι συμμετρούμενον, ἀλλ' αὐτο διάστατον ὄντα καὶ αὐτοκίνητον καὶ ταῖς ἀιδίαις φύσεσι σύμμετρον· ᾧ γὰρ οὐχ ἡλίου κίνησις ἀπομερίζει τὸ εἶναι οὐδὲ σελήνης περίοδος οὐδὲ ἄστρου τοῦδε ἢ τοῦδε φορά, οὗτος πῶς ἂν ἢ χρόνος ὁ σύμπας εἴη ἢ χρόνου τι τὸ βραχύτατον; εἰ γὰρ ὅ τε πᾶς χρόνος καὶ τὰ μέρη τούτου, ἡμέραι φημὶ καὶ νύκτες, αἵ τε περιεκτικαὶ τῶν ὡρῶν καὶ αἱ τοῖς τμήμασι τούτων περιεχόμεναι, δρόμοις φωστήρων ἀναμετροῦνται, αἰὼν δὲ τὸ δίχα τούτων ἐστί, πῶς οὐκ ἂν οὗτος ὅλος ἐξηλλαγμένος εἴη καὶ χρόνου καὶ τῶν τούτου μερῶν;
«Αἰὼν» οὖν φησιν «οὔτε χρόνος οὔτε χρόνου τι μέρος». πῶς γὰρ ἂν τοῖς ὑπὲρ ἥλιον καὶ σωματικὴν πᾶσαν περίοδον ἡ περὶ χρόνου προσαρμόσῃ ἔννοια, ὃς δὴ ταῖς τῶν ἀστέρων ὑπέστη κινήσεσιν; οὐ νὺξ παρ' ἐκείνοις, οὐχ ἡμέρα, ἐπεὶ μηδ' ἐντὸς τῆς σφαίρας εἰσίν· οἵ γε κἂν ἦσαν, ἀλλ' οὐδὲ πάλιν παρεμετροῦντο τοῖς τοῦ ἡλίου κινήμασι, τὴν οἰκείαν ζῶντες ζωήν· οὐδὲ ὥρα ἐαρινὴ οὐδ' ἡ μετὰ τὴν ὁπώραν οὐδὲ αἱ ἐφεξῆς τούτων τροπαί, οὐ γὰρ πρόσεισι τούτοις ὁ ἥλιος ἢ ἀφίσταται, ἐπεὶ μηδὲ οἰκοῦσι τὰ τῆς γῆς κλίματα, οὐδ' ὁ μὲν τὴν βόρειον ἔλαχεν οἴκησιν, ὁ δὲ τὴν ἰσημερινὴν ζώνην οἰκεῖ, ὁ δὲ τοὺς πόλους κατείληφεν, οὐδὲ τοῖς μὲν ἐξῆρται τόσον ὁ βόρειος, τοῖς δὲ ἐς τὸ ἴσον μέτρον ὁ νότιος καταδέδυκεν, οὐδ' οὗτοι μὲν ὑπὲρ κεφαλῆς ἀκριβῶς τὸν πόλον εἰλήχασιν, ἵν' ἑξάμηνος αὐτοῖς ἡ νὺξ εἴη, οἱ δὲ «ἑτερόσκιοι» τυγχάνουσιν ἢ «ἀμφίσκιοι» ἢ «περίσκιοι»· περὶ ἡμᾶς γὰρ ταῦτα, οἳ τῷ χρόνῳ μετρούμεθα, διὰ τῶν ἡλιακῶν κινήσεων τὴν ὕπαρξιν ἔχοντες. Ἀλλ' εἰ μὴ ταῦτα μηδὲ τοιοῦτος ὁ αἰών, τί ποτ' ἂν εἴη; οὐ σημεῖον ἀμερές, ὁ μέγας δοκεῖ, ὡς τῷ Πορφυρίῳ δοκεῖ· οὐδ' ἀδιάστατος πάντῃ, ἀλλ'