200
Τύρος, καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ." Ταῦτα, φησὶν, ὦ θεία πόλις, λελάληται περὶ σοῦ· ὥστε τοὺς πάλαι δυσσεβείᾳ συζῶντας, καὶ τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους, τῆς ἐν σοὶ κατ οικίας ἀξιωθῆναι, καὶ τῆς σῆς πολιτείας μεταλαχεῖν. ∆ιά τοι τοῦτο τῶν προειρημένων ἐθνῶν ἀνέμνησεν, 80.1565 ὡς παρανομωτάτων, καὶ τῆς ἀσεβείας ἀναδησα μένων τὸ κράτος, ἵνα διὰ τούτων καὶ τοὺς ἄλλους δηλώσῃ. Ῥαὰβ μὲν γὰρ καὶ Χαναναία καὶ πόρνη· Βαβυλὼν δὲ, θηριώδης καὶ δυσσεβής· οἱ δὲ ἀλλό φυλοι ἤ τοι Φυλιστιαῖοι· δεδηλώκαμεν δὲ ἤδη τίνες οὗτοι· καὶ δεισιδαίμονες καὶ παράνομοι. Τῆς δὲ Τύρου καὶ τὴν ἀσέβειαν καὶ τὴν ἀσέλγειαν, ὁ προφήτης Ἰεζεκιὴλ ἐτραγῴδησε· λαὸν δὲ τῶν Αἰθιό πων, οὐ μόνον αὐτοὺς Αἰθίοπας, ὧν αἱ ψυχαὶ τὴν τοῦ σώματος ἐμιμήσαντο χροὰν, ἀλλὰ καὶ πάντας τοὺς μέλανας τῇ ψυχῇ, ὁ προφητικὸς ἐκάλεσε λό γος. Καὶ γὰρ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων ἡ Νύμφη βοᾷ· "Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱε ρουσαλήμ." [Μέλαινα μὲν ἐξηπατημένη, τῇ κνίσῃ τῶν ἀλόγων κατεσπιλωμένη· καλὴ δὲ περι μένουσά σε τὸν ἐξ οὐρανῶν ἥξοντα ∆εσπότην διὰ τὴν ἐμὴν σωτηρίαν.] Καὶ δεδήλωκε κατὰ ταυτὸν τῆς τε δυσσεβείας τὸν ζόφον, καὶ τὴν δεδομένην ὑπὸ τῆς θείας χάριτος ὥραν. Ταῦτα μέντοι τὰ ἔθνη, ἐπὶ μὲν τῶν Ἰουδαίων, εἰς τὴν Ἱερουσαλὴμ οὐ συνῆλθεν, οὐδὲ τὴν νομικὴν πολιτείαν ἠγάπησεν· μετὰ δὲ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ ταύτην κατοικεῖ τὴν Ἱερουσαλὴμ, καὶ τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας πληροῖ, καὶ εἰς τὴν ἄνω μετα βαίνει Σιὼν, καὶ τῆς μακαρίας ἐκείνης πολιτείας μεταλαγχάνει. [Ἐκ ποίων γὰρ ἐθνῶν οὐκ ἐπί στευσαν τῷ Σωτῆρι; Τίνες δὲ τούτων οἱ μὴ κατα λαβόντες καὶ τὴν κάτω Ἱερουσαλὴμ διὰ τὸ προσκυνῆ σαι τοὺς ἐπιφανεστάτους καὶ σεπτοὺς τόπους, ἐν οἷς οὐ μόνον ὁ ἐκ Θεοῦ Θεὸς σαρκωθεὶς, ἀλλὰ καὶ ποσὶ φιλανθρωπίας ἐβάδισε. Καλῶς οὖν ἔχων διὰ τῶν ἑξῆς ἔφησε·] εʹ. "Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος." Μητέρα δὲ ἕκαστος τὴν Σιὼν ὀνομάσει, καὶ πᾶς ἄνθρωπος ἐρεῖ, ὅτι μήτηρ ἡ Σιών. [Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν."] "Καὶ ἄν θρωπος ἐγενήθη ἐν αὐτῇ." Τῷ Ἐρεῖ ἄνθρωπος καὶ τοῦτο συνῆπται. Ὁ γὰρ τὴν Σιὼν ὀνομάζων μητέρα, ὁμολογήσει καὶ τοῦ ἐν αὐτῇ τεχθέντος ἀνθρώπου τὴν γέννησιν· καὶ ἵνα μή τις ἄνθρωπον τοῦτον ὑπο λάβοι ψιλὸν, εὐθὺς ἐπήγαγεν· "Καὶ αὐτὸς ἐθε μελίωσεν αὐτὴν ὁ Ὕψιστος." Οὗτος γὰρ ὁ ἐν αὐτῇ τεχθεὶς ἄνθρωπος, καὶ ποιητής ἐστι, καὶ δημι ουργὸς, ὕψιστος ὢν, καὶ Θεός. 80.1568 ʹ. "Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶ ἀρχόντων τούτων γεγενημένων ἐν αὐτῇ." Ὁ δὲ Σύμμαχος οὕτως· Κύριος ἀριθμήσει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ. Ὁ γὰρ τοὺς ἐν αὐτῇ πολιτευομένους λαοὺς τῆς παρ' αὐτοῦ γραφῆς ἀξιῶν, ἐν αὐτῇ κατὰ τὸ ἀνθρώπινον ἐγεννήθη Κύριος ὢν καὶ Θεός. Ταύτην δὲ τὴν ἀρίθμησιν καὶ ὁ Κύριος ἡμῶν ἐδίδαξε πρὸς τοὺς ἱεροὺς εἰρηκὼς ἀποστό λους· "Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμη μέναι εἰσί." Καὶ τὴν ἀναγραφὴν δὲ τοῖς οἰκείοις μαθηταῖς ἐδήλωσε λέγων· "Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς." ζʹ. "Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί." Ἡ γὰρ ἐν οὐρανοῖς πολιτεία, πάσης ἀθυμίας κεχωρισμένη, τὴν ἀκραιφνῆ καὶ καθαρὰν εὐφρο σύνην ἔχει, καὶ θυμηδίαν. Ταύτην δὲ οὐ παροικοῦ σιν, ἀλλ' εἰς αἰῶνα κατοικοῦσιν, τῆς εὐσεβείας οἱ τρόφιμοι. ΕΡΜΗΝ. ΤΟΥ ΠΖʹ ΨΑΛΜΟΥ.
αʹ. "Ὠδὴ ψαλμοῦ, Τοῖς υἱοῖς Κορέ· εἰς τὸ τέλος, ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι· συνέσεως, Αἰμὰν τῷ Ἰσραηλίτῃ." Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ, ὑπὲρ Μαελὲθ, διὰ χοροῦ εἴρηκεν· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείᾳ· καὶ ὁ Αἰμὰν δὲ χοροῦ τινὸς ἐξῆρχεν ᾀδόν των, καὶ τὸν Θεὸν ἀνυμνούντων. Ἡ δὲ ἀπόκρισις αἰνίττεται τὰ ἀντιφθεγγόμενα τάγματα τῶν χορῶν. Ἡ μέντοι προφητεία προθεσπίζει τὰς Ἰουδαίων συμφορὰς, καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν. ∆ιδάσκει δὲ κατὰ ταυτὸν καὶ