200
ἡμῖν. ἤλυθας διὰ ταπεινοτέρων φωνῶν τὸ ὕψος τῆς ἀρετῆς σου, καὶ μὴ βουλόμενος ὑποδείξας ἄριστα· ὅτι δὲ προετρέψω καὶ αὖθις ἐπιστεῖλαι ἡμᾶς καὶ μὴ ἐγκόπτειν, τοῦτο ἡμᾶς τέλεον εὔφρανεν καὶ εἰς πίστιν ἤγαγεν εὑρηκέναι σε οἷον ὁ λόγος ζητεῖ καὶ ὁ ποιμαντικὸς χαρακτηρίζει τρόπος. οὐδεὶς γάρ που οὕτω διείλεκται οὐδὲ ἐφέλκεται τῶν ὁμοταγῶν σου, ὡς ἔοικεν, ὅτι μηδὲ δεχόμενοι γράμματα ἀξιοῦσιν ἀντεπιστέλλειν· καὶ ὁ λόγος αὐτοῖς τὸ παρὰ τῆς ἐξουσίας ἐντετάλθαι μὴ διδάσκειν, μὴ χαράττειν γράμμα. καὶ συγγνώσειάς μοι, μακαριώτατε, σκινδαλμὸν δεξαμένῳ· εἰ γὰρ ἃ πράττει ὁ κρατῶν ἀπεναντίας θεοῦ δεῖ φυλάττειν, τί μὴ καὶ συναιρετίσωμεν αὐτῷ, ἀλλ' ἐξ ἡμισείας ὀρθοδοξοῦμεν; Ἀλλ' αὐτοὶ μέν, οὐκ οἶδ' ὅπως, οὕτω φέρονται· σὺ δὲ καὶ ἐφώτισας καὶ ἐστερέωσας καὶ καθωδήγησας, πάντα εἰπών, ὅσα εἰκὸς τὸν ὡς ἀληθῶς ἱεράρχην ἔστιν φάναι. οὐ μὴν ἡμεῖς, ἱερὰ κορυφή, ὡς ἐκθειάζεις, πενιχροὶ δὲ καὶ ἁμαρτωλοὶ καὶ εὐχόμενοι μὴ πάντῃ ἀποστῆναι τοῦ ἱεροῦ πληρώματος τῶν ἐνισταμένων ἐν Κυρίῳ. ἃ δὲ εἴρηκας περὶ τῆς αἱρέσεως, οὕτως ἔχει· πραγματικῶς γὰρ μάχεται τῇ ἀληθείᾳ, ἓν ὅπλον κτωμένη, τὴν ἐξουσίαν· ἧς ἀναιρουμένης ἀκαμάτως συναναιρεθήσεται καὶ αὐτὴ τηνικαῦτα, ὁπόταν ἐκτριβείη ἡ ἀνομία, δι' ἣν καὶ ἡ μάστιξ. ἐμὲ δὲ λυπεῖ ὅτι ἀσθενὲς τὸ σῶμα τῆς ἁγιωσύνης σου ὑποφέρειν τὰς ἐκ τῆς περιορίσεως κακοπαθείας· ἀλλ' ἰσχύς σοι παρὰ θεῷ, ᾧ πέποιθας καὶ δι' ὃν τὰ πάντα ἡγήσω σκύβαλα, πρότερον μὲν διὰ τῆς ἀναλήψεως τῆς μοναχικῆς τελειώσεως, νυνὶ δὲ διὰ τῆς ὁμολογητικῆς ἐνστάσεως. Προσεύχεσθαι ὑπὲρ τοῦ ἐλαχίστου τέκνου σου, ἁγιώτατέ μου πάτερ, μὴ διαλείποις. 313 {1Πέτρῳ Νικαίασ}1 Εἰδὼς ὅτι φιλεῖς φθέγγεσθαί με, τὸν οὐδενὸς ἄξιον, πρὸς σέ, τὴν ἱεράν μου κορυφήν, φιλίας χάριν, οὐ χρείας ἕνεκα ἤδη φθέγγομαι· φαίνομαι δὲ καὶ προσφθεγξάμενος δι' ἑτέρας ἐπιστολῆς, ἥν, εἰ ἐδέξατο, οὐκ ἐπίσταμαι. ἐν οὖν ἀμφοτέραις εἷς μοι ὁ λόγος, ὑγιαίνειν σε τῷ σώματι, τὸν ἐμὸν πατέρα, τὸν στερεὸν θεμέλιον τῆς ἀληθείας εἰς ἕδρασμα πολλῶν, εἰς σφραγῖδα πίστεως, εἰς ἔπαινον Χριστοῦ, εἰς κλέος τῆς ὅλης ἐκκλησίας· ἐπειδὴ περιφανὴς σὺ ὀφθαλμὸς παρὰ τοὺς ἄλλους, ἀνατολῇ καὶ δύσει γνωριζόμενος, ἔχων μετὰ τοῦ ἱεροῦ βίου καὶ τὸν λόγον πολλοστόν, ἐξ οὗ καὶ βασιλεῦσι γέγονας φιλητὸς καὶ ἄρχουσιν ἐραστὸς καὶ μονασταῖς ἐπαινετός. τῇ δὲ οἰκείᾳ ἐκκλησίᾳ τί δεῖ καὶ λέγειν; μακαρίζουσί σε καὶ ἐπιποθοῦσι δι' ἃ ἔδρασας πλεῖστα ὅτι μάλιστα κατορθώματα ὡς νήπια τοὺς μητρικοὺς μαζούς, ὡς νεοττοὶ τὴν τροφόν, ὡς ἄρνες τὸν ἀληθῶς ποιμένα (καὶ πῶς γὰρ οὔ;), ἔναυλα ἔχοντες τὰ ζωηρά σου ῥήματα, κατ' ὀφθαλμοὺς βλέποντες τοὺς ὑπὸ σοῦ ἀνορθωθέντας ναοὺς θεοῦ. καὶ οὔπω λέγω τὸ δαψιλὲς τῆς ἐλεημοσύνης καὶ τὰ λοιπὰ ὁσιώματα. καὶ μὴ δόξειας φιλίᾳ με χαρίζεσθαι· εἰ γὰρ καὶ μὴ ὄψει ὑπέλαβον, ἀλλ' ὅμως κατήκοος ἐγενόμην παρὰ τῶν εἰδότων. εἰ δὲ ὅτι νῦν κάθαρμα ὁ ὡς ἀληθῶς ἑτερόφθαλμος καὶ τοῖς ἔξω καὶ τοῖς ἔνδον ὄμμασι κατέχει ταῦτα, μὴ λυποῦ, ὦ μάκαρ, μήτε μὴν θαυμάσῃς· οἱ ἀπόστολοι ἐν τῷ ὑπερῴῳ ἦσαν καὶ τὸν περιβόητον ναὸν οἱ θεοκτόνοι περιελάμβανον. τοιαῦτα καὶ τὰ εἰκονομάχων καὶ ἰουδαιοφρόνων νῦν· οὓς ἐπιστρέψειεν ὁ Κύριος καί σε περιφυλάξειεν προσευχόμενον περὶ ἐμοῦ, τοῦ σοῦ τέκνου. 314 {1Θεοφυλάκτῳ Νικομηδείασ}1 Πάλαι ἐπεθύμουν ἐπιστεῖλαι τῇ μακαριότητί σου καὶ οὐκ ἐξεγένετό μοι τῷ ταπεινῷ ἀπορίᾳ γραμματηφόρου. νῦν δὲ εὐδοκίᾳ θεοῦ ἐπιτυχὼν τὸν πόθον μου ἀποπληρῶ, ὃν εἰκότως ἐπ' αὐτῇ κέκτημαι, οὐ μόνον διὰ τὴν ἐν Κυρίῳ ὁμολογίαν, ἀλλὰ γὰρ καὶ ἰδίως διὰ τὴν ἐξαίρετόν σου παρὰ τοὺς πολλοὺς ἰδιοτροπίαν, τὸ μειλίχιον, τὸ ἁπλοῦν, τὸ ἐπίχαρι, τὸ γλυκὺ ἐν ταῖς ὁμιλίαις, τὸ εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, τὸ περὶ πάντα ἀγαθοεργές· ἀφ' ὧν ὁ τῆς ἱερᾶς σου ψυχῆς χαρακτὴρ καὶ μὴ ὁρώμενος τεθεώρηται ὡραϊσμένος τῇ ποικιλίᾳ τῶν ἀρετῶν. Ἀλλὰ περὶ τοῦδε μὲν ἱκανῶς, ὅτι μηδὲ καιρὸς ἐγκωμίων· τί δέ σοι ὦπται, ὦ μάκαρ, τὰ παρόντα; ἀλλ' οὐχὶ μικροῦ δεῖν ἰουδαϊσμός, ἤτοι ἑλληνισμός;