1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

200

αʹ. ιʹ. ιαʹ. βʹ. Τούτῳ τῷ ἔτει κατὰ βορρᾶν ἐφάνη σημεῖον, καὶ κόνις κατῆλθεν εἰς τόπους. γέγονε δὲ καὶ σεισμὸς εἰς τὰς Κασπίας πύλας· καὶ ἀνῃρέθη Οὐαλὶδ ὑπὸ τῶν Ἀράβων μηνὶ Ἀπριλλίῳ ιʹ, ἡμέρᾳ εʹ, ἄρξας ἔτος αʹ, καὶ κρατεῖ τῆς ἀρχῆς Ἰζὶδ ὁ Λειψός. οὗτος χρήματα πολλὰ σκορπίσας ἐκράτησε τὴν ∆αμασκὸν καὶ δεξιὰς ἔλαβε τοῦ ἄρχειν ἐκ τῶν κατὰ τὴν ∆αμασκὸν καὶ Περσίδα καὶ Αἴγυπτον Ἀράβων. Μαρουάμ, υἱὸς Μουάμεδ, τὴν Ἀρμενίαν διέπων, ἀκούσας ταῦτα καταλαμβάνει τὴν Μεσοποταμίαν, ὑπερμαχῶν, τὸ δοκεῖν, τῶν τέκνων τοῦ Οὐαλὶδ καὶ ἐναντιούμενος τῷ Ἰζίδ. καὶ μετὰ μῆνας εʹ θνήσκει ὁ Ἰζὶδ καταλείψας Ἀβραΐμ, τὸν ἑαυτοῦ ἀδελφόν, ἐπὶ τῆς ∆αμασκοῦ διάδοχον. τούτῳ παραταξάμενος Μαρουὰμ ἔχων τοὺς τῆς Μεσοποταμίας ἔρχεται εἰς Ἔδεσαν κἀκεῖθεν εἰς τὰ μέρη ∆αμασκοῦ καὶ Ἀντιλιβάνου, εἰς κάμπον λεγόμενον Γάρις, κἀκεῖ συμβαλὼν τῷ Σουλεϊμὰν [θνήσκει] παρὰ τῷ ποταμῷ Λιτᾷ, τοῦτ' ἔστι Κακῷ, τρέπει αὐτὸν καὶ ἀναιρεῖ χιλιάδας κʹ, καὶ μόνος Σουλεϊμὰν μετ' ὀλίγων φυγὰς κατὰ τὴν ∆αμασκὸν διασώζεται. εἰσελθὼν δὲ ἐν αὐτῇ ἀνεῖλε 419 τοὺς υἱοὺς Οὐαλίδ, ὧν ὑπερμαχεῖν ἐδόκει Μαρουάμ, καὶ ἐξῆλθε τῆς ∆αμασκοῦ χρήματα σφετερισάμενος ἱκανά. καταλαβὼν δὲ καὶ Μαρουὰμ τὴν ∆αμασκὸν ἀνεῖλε πολλοὺς τῶν ὑπερεχόντων καὶ τοὺς συνεργήσαντας τῷ φόνῳ τοῦ Οὐαλὶδ καὶ τῶν τέκνων αὐτοῦ, καὶ ἄλλους ἠκρωτηρίασεν. τὰ δὲ χρήματα καὶ τοὺς θησαυροὺς ἅπαντας μετέστησεν εἰς Χαρρὰν τὴν πόλιν Μεσοποταμίας. Τῷ δὲ Σεπτεμβρίῳ μηνί, ιβʹ ἰνδικτιῶνος, κατελθὼν Κωνσταντῖνος ἐπὶ τὰ μέρη Χαλκηδόνος ἀντεπέρασεν ἐν τοῖς Θρᾳκῴοις μέρεσιν, Σισιννίου τοῦ στρατηγοῦ τῶν Θρᾳκησίων διὰ τῆς Ἀβύδου περάσαντος καὶ τῷ χερσαίῳ τείχει παρακαθίσαντος. καὶ ἐλθὼν ἐπὶ τὴν Χαρσίου πόρταν διέδραμεν ἕως τῆς Χρυσῆς πόρτης ἑαυτὸν τοῖς ὄχλοις ἐπιδεικνύων, καὶ πάλιν ὑπέστρεψε καὶ ἠπλήκευσεν εἰς τὸν ἅγιον Μάμαντα. οἱ δὲ τῆς πόλεως ἤρξαντο στενοῦσθαι εἰς τὰς δαπάνας, καὶ ἀποστείλας Ἀθανάσιον τὸν ἀσηκρήτην καὶ Ἀρτάυασδον, τὸν δομέστικον αὐτοῦ, πρὸς τὸ κομίσαι δαπάνας διὰ σκαφῶν, εὗρε τούτους ὁ στόλος τῶν Κιβυραιωτῶν ἔξω τῆς Ἀβύδου, καὶ τούτους κατασχὼν πρὸς τὸν βασιλέα ἀνήγαγεν· καὶ τὸν μὲν σῖτον τοῖς ἰδίοις λαοῖς ἐδωρήσατο, Ἀθανάσιον δὲ καὶ Ἀρτάυασδον παραυτὰ ἐτύφλωσεν. μετὰ ταῦτα ἐδοκίμασεν Ἀρτάυασδος ἀνοῖξαι τὰς τοῦ χερσαίου τείχους πόρτας καὶ συμβαλεῖν πόλεμον μετὰ τοῦ Κωνσταντίνου. καὶ γενομένης συμβολῆς, ἐτράπησαν οἱ τοῦ Ἀρταυάσδου, καὶ πολλοὶ ἀπέθανον, ἐν οἷς καὶ ὁ Μονώτης· κατασκευάσας δὲ ὁ Ἀρτάυασδος διήρεις κακκαβοπυρφόρους ἀπέστειλεν εἰς τὸν ἅγιον Μάμαντα κατὰ τοῦ στόλου τῶν Κιβυραιωτῶν, ὧν ἀπελθόντων, ἐξῆλθον οἱ τῶν Κιβυραιωτῶν καὶ ἀπήλασαν αὐτούς. ἐγένετο δὲ λιμὸς ἰσχυρὰ ἐν τῇ πόλει, ὥστε πραθῆναι τὸν μόδιον τῆς κριθῆς νομισμάτων ιβʹ, τοῦ δὲ ὀσπρίου ιθʹ, τοῦ δὲ κέγχρου καὶ τοῦ λουπίνου νομισμάτων ηʹ, τὸ δὲ ἔλαιον εʹ λίτραι τοῦ νομίσματος, καὶ ὁ ξέστης τοῦ οἴνου σημισίου. τοῦ δὲ λαοῦ θνήσκοντος, ἠναγκάσθη Ἀρτάυασδος ἀπο420 λύειν αὐτοὺς πρὸς τὸ ἐξέρχεσθαι τῆς πόλεως. ἐπιτηρῶν δὲ τὰ πρόσωπα τοὺς μὲν ἐκώλυεν. ὅθεν τινὲς ἐκώλυσαν τὰ ἑαυτῶν πρόσωπα καὶ γυναικείαν στολὴν περιεβάλοντο, οἱ δὲ μοναδικὸν σχῆμα καὶ τριχίνην στολήν· καὶ οὕτως ἠδύναντο λαθεῖν καὶ ἐξελθεῖν. Νικήτας δὲ ὁ μονοστράτηγος ἐπισωρεύσας τὸν ἴδιον λαόν, τὸν ἀπὸ Μοδρινῆς σκορπισθέντα, ἦλθεν ἕως Χρυσοπόλεως, καὶ ὑποστρέφοντος αὐτοῦ, περάσας ὁ βασιλεὺς κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ καταλαβὼν αὐτὸν ἐν Νικομηδείᾳ ἐχειρώσατο αὐτὸν σὺν τῷ ἀπὸ ἐπισκόπων κουράτορι Μαρκελλίνῳ, ὃν παραυτὰ ἀποτμηθῆναι ἐκέλευσεν. τὸν δὲ μονοστράτηγον πεδήσας διὰ τοῦ τείχους τῷ πατρὶ ἐπεδείκνυεν. τῇ δὲ βʹ τοῦ Νοεμβρίου μηνὸς ἄφνω παραταξάμενος τῇ δείλῃ διὰ τοῦ χερσαίου τείχους τὴν πόλιν παρέλαβεν. ὁ δὲ Ἀρτάυασδος ἅμα τῷ πατρικίῳ Βακταγγίῳ εἰς χελάνδιν εἰσελθὼν πρὸς τὸ παρὸν ἐξῆλθεν εἰς τὸ Ὀψίκιν, καὶ ἀπελθὼν εἰς τὸ κάστρον