201
ἐπὶ πάντων διὰ τὰ ἐν αὐταῖς μυστικά· καὶ αἱ Πράξεις ἡμῶν τῶν ἀποστόλων. Ταῦτα καὶ περὶ κανόνων ὑμῖν διατετάχθω παρ' ἡμῶν, ὦ ἐπίσκοποι. Ὑμεῖς δὲ ἐμμένοντες μὲν αὐτοῖς σωθήσεσθε καὶ εἰρήνην ἕξετε· ἀπειθοῦντες δὲ κολασθήσεσθε καὶ πόλεμον μετ' ἀλλήλων ἀΐδιον ἕξετε, δίκην τῆς ἀνηκοΐας τὴν προσήκουσαν τιννῦντες. Θεὸς δὲ ὁ μόνος ἀγέννητος καὶ τῶν ὅλων διὰ Χριστοῦ ποιητὴς πάντας ὑμᾶς διὰ τῆς εἰρήνης ἐν Πνεύματι ἁγίῳ ἑνώσει, καταρτίσει εἰς πᾶν ἔργον ἀγαθὸν ἀτρέπτους, ἀμέμπτους, ἀνεγκλήτους, καταξιώσει τε τῆς αἰωνίου ζωῆς σὺν ἡμῖν διὰ τῆς μεσιτείας τοῦ ἠγαπημένου Παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, δι' οὗ ἡ δόξα αὐτῷ τῷ ἐπὶ πάντων Θεῷ καὶ Πατρὶ ἐν ἁγίῳ Πνεύματι τῷ παρακλήτῳ νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.