201
γενέσθαι φανερὸς ἀντιπολιτευόμενος τῷ μεγάλῳ δομεστίκῳ. καὶ ἄλλα τε ἔπραττεν, ἃ οὐκ ἦν αὐτῷ ἀρέσκειν, καὶ ἑταιρείαν ἐκ τῶν συγκλητικῶν συνίστα καὶ ἔπειθε πολλαῖς ὑποσχέσεσιν αὐτῷ συμπράττειν, ὡς τὰ μέγιστα εὖ ποιήσων, εἰ αὐτῷ προσγένοιτο τῶν πραγμάτων ἡ ἀρχή. καὶ διηνεκῶς διέτριβεν ἐν βασιλείοις, νυκτὸς μόνης καὶ ταύτης μέσης οἴκαδε ἀναχωρῶν. ἐξ ὧν ὁ μέγας δομέστικος καταστοχαζόμενος τῆς τοῦ πατριάρχου διανοίας, ἄλλως τε καί τινων τῶν κοινωνούντων αὐτῷ τῶν ἀποῤῥήτων ἀπαγγελλόντων τῶν γινομένων τὴν αἰτίαν, ἐδυσχέραινε μὲν ὡς εἰκὸς καὶ δι' ὀργῆς τὰ πραττόμενα ἐποιεῖτο, ὅμως δὲ ἔφερε σιγῇ, ἀποσκοπῶν ὅποι τελευτήσει ἡ διάνοια αὐτῷ. μεταξὺ δὲ τούτων γινομένων συμβέβηκέ τι καὶ ἄλλο, ὃ οὐ μετρίως καθήψατο τῆς τοῦ μεγάλου δομεστίκου ψυχῆς. ὁ γὰρ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος πρεσβείαν πέμψας πρὸς βασιλίδα καὶ Ῥωμαίους, τὸν παρ' αὐτοῖς διατρίβοντα φυγάδα ᾔτει Σίσμανον τὸν τοῦ παρὰ Μυσοῖς προβεβασιλευκότος Μιχαήλ· ὃς δὴ γεγένητο αὐτῷ ἐκ τῆς Στεφάνου τοῦ τῶν Τριβαλῶν ἄρχοντος ἀδελφῆς, ἡ μετὰ τὴν ἐκείνου τελευτὴν ἦρξε Μυσίας. πρότερον γὰρ ἐκβεβλημένη ὑπ' ἐκείνου ἦν ἔτι περιόντος καὶ τῇ βασιλέως Ἀνδρονίκου τοῦ νέου συνοικοῦντος ἀδελφῇ. ἐπεὶ δὲ μετ' ὀλίγον ὑπὸ τῶν δυνατωτάτων ἐπιβουλευθεῖσα, πάλιν ἐξεβλήθη τῆς ἀρχῆς, ἡ μὲν τὸν ἕτερον ἔχουσα τῶν υἱῶν Ἰωάννην, πρὸς Κράλην ἐπανῆκε τὸν ἀδελφὸν, Σίσμανος δὲ ὁ 2.20 λοιπὸς τῶν παίδων, εἰς Σκύθας ᾤχετο φυγάς. ὃς δὴ παρ' ἐκείνοις διατρίψας οὐκ ὀλίγον, ὕστερον Ῥωμαίοις ἑκοντὶ προσῆλθε μετὰ τὴν βασιλέως τελευτήν. τοῦτον δὴ Ἀλέξανδρος ᾐτεῖτο πέμψας, ὡς πολεμιώτατον αὐτῷ. ἔφασκέ τε δυοῖν θάτερον, ἢ παραδοῦναι Σίσμανον ἐπὶ θανάτῳ ἢ παρασκευάζεσθαι πρὸς πόλεμον, ὡς οὐκ ἐνὸν αὐτὸν εἶναι φίλον καὶ σύμμαχον Ῥωμαίοις, τοῦ πολεμιωτάτου τρεφομένου παρ' αὐτοῖς. ἔπεμπέ τε καὶ τοὺς ὅρκους, οἳ πρὸς βασιλέως Ἀνδρονίκου πρὸς αὐτὸν ἦσαν ἐπὶ τῇ εἰρήνῃ γεγενημένοι. ἡ μὲν οὖν Ἀλεξάνδρου πρεσβεία τοῦτον εἶχε τὸν τρόπον. ἔδει δὲ τὴν σύγκλητον συνελθοῦσαν βουλεύσασθαι ἅμα βασιλίδι, εἰ δέον ἢ τὸν αὐτόμολον παραδιδόναι ἢ πόλεμον ἄρασθαι πρὸς Μυσοὺς ὑπὲρ αὐτοῦ. οἱ μὲν οὖν συνῆλθον ἐν βασιλείοις. συμπαρῆν δ' αὐτοῖς καὶ δομέστικος ὁ μέγας ἅμα πατριάρχῃ. προτεθείσης δὲ τῆς βουλῆς ἐπ' ἐκκλησίας, οἱ μὲν ἄλλοι πάντες ἡσυχίαν ἦγον πρὸς τὸν μέγαν δομέστικον ἀποβλέποντες, ὅ, τι ἂν βουλεύσαιτο περὶ τῶν προκειμένων· Χοῦμνος δὲ Γεώργιος, ὁ ἐπὶ τῆς τραπέζης, ἀμαθῶς καὶ θρασέως πρίν τι φθέγξασθαί τινα «γέγραπται», εἶπεν «ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, σιγάτω ὁ πρῶτος. ἂν οὖν καὶ ἡμῶν τινι τῶν δοκούντων ἐσχάτων εἶναι βέλτιόν τι περὶ ὧν νυνὶ βουλευόμεθα εἰπεῖν ἐξῇ, ἀνάγκη τὸν πρῶτον στέργειν.» ἐταράχθη μὲν οὖν εὐθὺς ὁ μέγας δομέστικος ἐπὶ τῷ λόγῳ πρὸς τὴν θρασύτητα 2.21 καὶ ἀναίδειαν τοῦ ἀνδρὸς ἀγανακτῶν. οἰόμενος δὲ τὴν βασιλίδα ἢ τὸν πατριάρχην οὗτος γὰρ ἤδη προΐστατο τῆς βουλῆς, πρὸς ὀργὴν τὸν Χοῦμνον ἀπελάσειν τοῦ βουλευτηρίου ἢ λόγοις ἐπιπλήξειν τῆς ἀκαίρου γλωσσαλγίας, ἤνεγκε σιγῇ. ὡς δὲ μήτε παρ' ἐκείνων ἐλέγετο τῶν δεόντων τι, ἔτι μᾶλλον ἐταράττετο, τεκμήριον ἐναργὲς ἀταξίας καὶ ἀναρχίας τιθέμενος τὸν λόγον, εἰ πᾶσιν ἐξέσται τοῖς μείζοσι προσκρούειν ἀδεῶς. Τορνίκης δὲ ∆ημήτριος οὐκ ἐνεγκὼν τὴν ἀτοπίαν, «τί οὖν;» εἶπε «δημοκρατίαν χρὴ ποιεῖν τὴν Ῥωμαίων βασιλείαν, ἵν' ἐξῇ παντί τῳ βουλεύεσθαι καὶ λέγειν, ἅττα ἂν δοκῇ, καὶ περὶ μειζόνων καὶ ἐλαττόνων πραγμάτων, καὶ ἀνάγκην προστιθέναι τοῖς βελτίοσι στέργειν τὰ ἐψηφισμένα. καὶ ποίαν ἀτοπίας ἂν ὑπερβολὴν ἐλλίποι τὸ τοιοῦτον;» ὡρμημένων τε ἤδη περὶ τῶν τοιούτων ἀλλήλοις ἀντιλέγειν, ἐπέσχεν ἡ βασιλὶς, τῶν ἀκαίρων ἀποσχέσθαι κελεύουσα λόγων τουτωνὶ καὶ ἀναγκαίων πέρι διαλέγεσθαι. ὁ μέγας δὲ δομέστικος ὑποκρινάμενος τὸν στόμαχον ἀλγεῖν, ἐπλάττετό τε στρέφεσθαι τὰ ἔνδον καὶ ἐσιώπα, ὡς μηδὲ φθέγγεσθαι δυνάμενος ὑπὸ τῆς ἀλγηδόνος. οἱ δὲ ἀτάκτως ἐθορύβουν, ἕκαστος τὸ προσιστάμενον βουλόμενος κυροῦν. οἱ μὲν γὰρ