201
αὐτῶν ὁ γεραίτατος πρὸς τὴν Παυλῖναν ἐλθών, καὶ ἰδίᾳ αὐτῇ ἐντυχών, ελεγεν ηκειν πεμπτὸς ὑπὸ τοῦ ̓Αννούβιδος, κελεύοντος τοῦ θεοῦ πρὸς αὐτὸν ηκειν αὐτῆς ἐρῶντα. τῇ δὲ ὁ λόγος εδοξεν εὐκταιότατος, εἰ ἐρῷτο ὑπὸ θεοῦ· καὶ τῷ ἀνδρὶ κοινοῦται τὸ ἀγγελθέν, κἀκεῖνος συνεχώρει, τὴν σωφροσύνην γινώσκων τῆς γυναικός. ἀπῆλθεν ουν εἰς τὸ τέμενος· καὶ ὡς υπνου καιρὸς ην, ενδον ἐν τῷ ναῷ τῇ γυναικὶ καθευδῆσαι ἡτοίμαστο, καὶ τὰ λύχνα κατέσβεστο. ὁ γοῦν Μοῦνδος, ἐκέκρυπτο γὰρ ἐκεῖ, παν2.15 νύχιον ἐνεφορήθη αὐτῆς, ὡς Αννουβις αὐτῇ προσφερόμενος. ειτα ὁ μὲν ἀπῆλθεν, ἡ δὲ πρὸς τὸν ανδρα φοιτήσασα διηγεῖτο τὴν ἐπιφάνειαν τοῦ ̓Αννούβιδος, καὶ πρὸς τὰς συνήθεις ἐνελαμπρύνετο ὡς ὁμιλίας ἀξιωθεῖσα θεοῦ. τρίτῃ δὲ μετὰ τὴν πρᾶξιν ἡμέρᾳ συναντήσας ὁ Μοῦνδος αὐτῇ "Παυλῖνα," φησί, "καὶ τὰς εικοσι μυριάδας εχω, καὶ σύ μοι τούτων διηκονήσω χωρίς. α δὲ πρὸς Μοῦνδον ἐξύβριζες, τούτων οὐδέν μοι προσήπτετο, Αννουβιν ονομα θεμένῳ αὑτῷ." ἐκ τούτων εἰς εννοιαν ἐλθοῦσα τοῦ τολμήματος ἡ γυνὴ περιρρήγνυται τὴν στολήν, καὶ τῷ ἀνδρὶ ἐδήλου τὸ ἐπιβούλευμα· ὁ δὲ τῷ Τιβερίῳ προσῆλθε. καὶ ὁ αὐτοκράτωρ ἐξετάσας τὸ γεγονός, τοὺς μὲν ἱερεῖς ἀνεσταύρωσε καὶ τὴν Ιδην, τόν τε ναὸν καθεῖλε, καὶ τὸ τῆς Ισιδος αγαλμα εἰς τὸν Θύβριν ποταμὸν κατεπόντισε, τὸν δὲ Μοῦνδον φυγῇ ἐδικαίωσε, συγγνώμην νείμας αὐτῷ ωστε μὴ μεῖζον κολασθῆναι διὰ τὴν βίαν τοῦ ερωτος. ̓Αλλὰ ταῦτα μὲν ἐν τῇ ̔Ρώμῃ ἐπέπρακτο, ἐν δὲ Σαμαρείᾳ συμβέβηκε θόρυβος. ἀνὴρ γάρ τις ἐκέλευε τοὺς Σαμαρεῖς ἐπὶ τὸ Γαριζὶν ορος αὐτῷ συνελθεῖν· ἁγνότατον δὲ τοῦτο αὐτοῖς ὑπείληπται τῶν ὀρῶν· καὶ ἀφικομένοις ἐπηγγέλλετο ἱερὰ σκεύη ἐμφανίσαι κατορωρυγμένα ἐκεῖ ὑπὸ Μωυσέως· οἱ δὲ ἠθροίζοντο καὶ ἐν οπλοις ησαν. Πιλάτος δὲ στρατιώτας πέμψας τοὺς μὲν εκτεινε, τοὺς δὲ ἐτρέψατο εἰς φυγήν, καὶ τῶν ζωγρηθέντων τοὺς κορυφαίους διέφθειρεν. οἱ δὲ Σαμαρεῖς πρὸς Οὐιτέλλιον ηλθον Συρίας ἡγεμονεύοντα, Πιλάτου κατηγοροῦντες ἐπὶ τῇ τῶν ὁμοφύλων σφαγῇ. καὶ Οὐιτέλλιος Μάρκελλον πέμψας τῶν ̓Ιουδαίων προνοησόμενον, ἐπὶ ̔Ρώμην ἀπιέναι τὸν Πιλάτον ἐκέλευεν ἐπὶ τοῦ αὐτοκρά2.16 τορος ἀπολογησόμενον ἐφ' οις ἐγκαλεῖται. καὶ ὁ μὲν ἀπῄει ἐπὶ δέκα ετεσιν ἡγεμονεύσας τῆς ̓Ιουδαίας, πρὶν δὲ τῇ ̔Ρώμῃ ἐγγίσαι αὐτόν, εφθη Τιβέριος μεταστάς. Οὐιτέλλιος δὲ εἰς ̔Ιεροσόλυμα ἐλθὼν τῆς τοῦ πάσχα ἑορτῆς τελουμένης ὑπεδέχθη μεγαλοπρεπῶς, καὶ τὰ τέλη τῶν γεωργουμένων καρπῶν τοῖς ̔Ιεροσολυμίταις ἀνίησι, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως εἰς τὸ ἱερὸν συνεχώρησε κεῖσθαι καὶ παρὰ τοῖς ἱερεῦσιν ειναι καθάπερ καὶ πρότερον· τότε δὲ ἐν τῇ ̓Αντωνίᾳ ἀπέκειτο. τῶν γὰρ ἀρχιερέων τις, ὁ πρῶτος δηλαδὴ ̔Υρκανός, εγγιστα τοῦ ἱεροῦ βᾶριν ἐγείρας, καὶ ἐν αὐτῇ διαιτώμενος, ἐκεῖ καὶ τὴν ἀρχιερατικὴν στολὴν αὐτῷ ἀνήκουσαν ειχεν, ὡς ἀρχιερεῖ. τὰ αὐτὰ δὲ ἐκείνῳ καὶ τοῖς μετ' ἐκεῖνον ἐπράσσετο. ̔Ηρώδης δὲ τὴν βᾶριν ἐκείνην ἐπικατασκευάσας ἐπὶ τὸ πολυτελέστερον, φίλος ων Ἀντωνίου, ἐπὶ τῷ ἐκείνου ταύτην ὀνόματι μετωνόμασε· καὶ τὴν στολὴν ἐν αὐτῇ εὑρηκὼς κατεῖχεν ἐκεῖ. τοῦτο δ' ἐποίει καὶ ὁ ̓Αρχέλαος, καὶ μετ' ἐκεῖνον οἱ ̔Ρωμαῖοι τὰ αὐτὰ ἐπὶ τῇ στολῇ επραττον, ἀποκειμένῃ ἐκεῖ ὑπὸ σφραγῖσι τῶν ἱερέων καὶ τῶν γαζοφυλάκων. ἑορτῆς δ' ἐφεστώσης ἀπεδίδοτο τοῖς ἀρχιερεῦσιν ὑπὸ τοῦ φρουράρχου, καὶ μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν αυθις ἐκεῖ ἀπετίθετο. Οὐιτέλλιος δὲ παραχωρεῖ τῆς στολῆς τῷ εθνει. τὸν δὲ ἀρχιερέα ̓Ιωσὴφ τὸν καὶ Καϊάφαν ἀφῃρηκὼς τὴν ἱερωσύνην, ̓Ιωνάθῃ δίδωσι ταύτην τῷ Αννα τοῦ ἀρχιερέως υἱῷ. Κατ' ἐντολὰς δὲ Τιβερίου σπένδεται Οὐιτέλλιος ̓Αρταβάνῳ τῷ Πάρθων βασιλεῖ, πέμψαντι τὸν υἱὸν ∆αρεῖον μετὰ δώρων πολλῶν ὁμηρεύσοντα. παρὼν δ' ἐν ταῖς σπονδαῖς καὶ ὁ τετράρχης ̔Ηρώδης ἐκ2.17 πέμπει πρὸς Καίσαρα παραχρῆμα γράψας τὰ γεγονότα. ειτα τοῦ Οὐιτελλίου περὶ τούτων ἐπιστείλαντος Τιβερίῳ, ἐκεῖνος ἀντέγραψε μαθεῖν πάντα παρὰ ̔Ηρώδου. τοῦτο εἰς ὀργὴν τὸν Οὐιτέλλιον κατὰ τοῦ ̔Ηρώδου κεκίνηκεν· ἐβυσσοδόμευε δὲ τὸν θυμόν, καὶ μετῆλθεν