201
συνετωτέροις τὴν ἡγεμονίαν πτήσεώς τε καὶ κατοικίας χρήσασθαι· ἐπειδὴ συνετὸς ειναι ὁ ἐρωδιὸς λέγεται, ωστε καὶ σφόδρα ζηλοῦν τὰ ηθη τὰ ἀνθρώπεια καὶ λίαν epsilon.863 πρὸς τὸν κεκτημένον ἡδέως εχειν, οπέρ ἐστι συνέσεως ιδιον. οπως δέ ἐστι συνετὸν, καὶ ̔Ιερεμίας ἐδήλωσε. φασὶ γάρ· ἡ ἀσίδα ἐν τῷ οὐρανῷ εγνω τὸν καιρὸν αὐτῆς· τὸν ἐρωδιὸν λέγων. Γρηγόριος δὲ ὁ Νυσσῆς λέγει ἀπεχθῶς περὶ τὰς μίξεις τῶν ἐρωδιῶν, καί τινι φύσεως ἀνάγκῃ πρὸς αλληλα συνδυάζεσθαι, ὀκλάζοντά τε καὶ δυσανασχετοῦντα καὶ τὴν ἀηδίαν ἐπισημαίνοντα. οθεν μοι δοκεῖ τὴν καθαρότητα ἐναινίγματον διὰ τοῦ ὀνόματος τούτου σημαίνειν ὁ λόγος. ̓Αναστάσιος δὲ ὁ μητροπολίτης Νικαίας φησὶν, ἐπειδὴ ἁπλῶς ειπεν· ἐκεῖ στρουθία ἐννοσσεύουσι, τῷ υψει τῶν κέδρων ἐπήγαγε καὶ αὐτὸ τὸ γένος. λέγει δὲ, οτι ἡγεῖται τῶν τοιούτων στρουθίων ὁ ἐρωδιός. αἰνίττεται δὲ ὀρνίθων φιλέρημον γένος, ειτε ὁμωνύμως τοῦ συνοικοῦντος ἀνθρώποις ἐρωδιοῦ κᾀκεῖνα καλεῖ· ειτε καὶ ιδιον αλλο γένος ἀγριωτέρων πετεινῶν αἰνίττεται, καθόλου ἐκεῖνο σημαίνει, οτι τὰ υψη τῶν δένδρων πετεινοῖς τισὶν εκκειται πρὸς νεοττείαν τὲ καὶ οικησιν. ̓Ερυσιπέλασ. πάθος πλανώμενον καὶ σῆπον καὶ τὰ πλησίον ἐπινεμόμενον. Ερωσ. ἡ ἐπιθυμία. παρὰ τὸ ὁρῶ τὸ βλέπω. ὁ διὰ τῆς αἰσθητῆς ὁράσεως γινόμενος πόθος. η παρὰ τὸ ἐρῶ τὸ ἐπιθυμῶ. ̔Ερμείασ. κύριον. παρὰ τὸ ἐρῶ, τὸ λέγω, η παρὰ τὸ ἑρμηνεύω. ̔Ερμείας γὰρ καὶ ̔Ερμῆς λέγεται ὁ τοῦ λόγου ἡγούμενος. epsilon.864 (Θηλυκόν.) Ερα. ἡ γῆ, οτι ἐνεῤῥίζωται. καὶ ουτως καλοῦσιν ἐρίσαι τὸ παρὰ ισης γῆς φιλονεικῆσαι. Ομηρος· ωτ' ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ισης- ενθεν καὶ τὸ εραζε τὸ σημαῖνον τὴν γῆν. αιρα δὲ ἡ τοῦ σίτου, δίφθογγον. ̓Εργάνη. ἡ ̓Αθηνᾶ, παρόσον εφορός ἐστι τῆς τῶν γυναικῶν ἐργασίας. σημαίνει δὲ καὶ τὴν ἐργασίαν. ̓Εργάτιδεσ. αἱ ἐργαζομέναι γυναῖκες τὰ τῶν ἀνδρῶν εργα. ̓Εργίσκη. πόλις ἐν Θράκῃ, ἀπὸ ̓Εργίσκου τοῦ Ποσειδῶνος. ̓Ερετρία. ονομα πόλεως. ̓Ερεσχελία. ἡ φλυαρία, φιλονεικία. ἐξ ου καὶ ἐρεσχελεῖται, ο ἐστι διαπαίζεται καὶ χλευάζεται. ̓Ερεβενὴ νύξ. ἡ σκοτεινή. ̓Ερεμνή. σκοτεινή. παρὰ τὸ ερεβος. ἐρεβένη καὶ ἐρέμνη κατὰ συγκοπήν. καὶ ἐρεμνός. ̓Ερείκη. ειδος φυτοῦ σχιστοῦ. η εὐσχιδὲς ξύλον. ἀπὸ τοῦ ἐρείκω, τὸ σχίζω. ̔Ησίοδος ἐν ̓Ασπίδι· διήρεικον χθόνα δῖαν. καὶ ερειξις ἡ διεσχισμένη γῆ. ̓Ερείπιοσ. ἡ χέρσος γῆ. ̓Ερειπίωσισ. ἡ πτῶσις. epsilon.865 ̓Εραία. ὁ κλάδος. σημαίνει δὲ καὶ τῆς ἐλαίας τὸ σκυβαλῶδες η καὶ μαλλίον. ̓Ερήμη δίκη. οταν μὴ παρόντων τῶν μερῶν ὁ δικαστὴς τὴν ψῆφον ἐξενέγκῃ. ̓Ερήμη νίκη. ἡ μονομερῶς ζητηθεῖσα, καὶ μὴ δεξαμένη ἐκ τινῶν ἐμποδίων τὸ πέρας. ̓Ερημία. ἀπορία, σπάνις. Ερημοσ. κυρίως ἡ μονωθεῖσα τῶν ἐνοικούντων τῇ γῇ. ἀπὸ τοῦ ηρεμος κατὰ ἐναλλαγὴν τῶν στοιχείων. η ἀπὸ τοῦ εραν μόνον εχειν, ο ἐστι τὴν γῆν. ̓Ερίθεια. ὁ ζῆλος, η καταλαλιὰ, η κακολογία, η διὰ τῶν λόγων φιλονεικία. λέγεται καὶ ἡ δουλεία, καὶ ἡ μισθαρνία. η ἐρίθειά ἐστιν ἐξ ων ποιεῖ τὶς ἐπιδεικτικῶς η κενοδόξως. προσκαλεῖσθαι καὶ ἐρεθίζειν αλλους πρὸς τὰ ομοια. Ερισ. οταν τις ὑπὲρ τοῦ μὴ ἐλάττων φανῆναί τινος σπουδάζῃ τι ποιεῖν. ερις παρὰ τῷ ̓Αποστόλῳ ἡ διὰ λόγων ἐπίψογος φιλονεικία. ἐκ τοῦ ερω τὸ λέγω. ̓Ερίπναι. οἱ σηραγγώδεις τόποι, καὶ παρατεταμένοι καὶ ἀπεῤῥωγυῖαι πέτραι, δι' ων μεepsilon.866 γάλαι πνοαὶ εἰσδύνουσιν. ἐριπνοαὶ, ἐρίπναι, ἀντὶ τοῦ μεγάλαι καὶ ὑψηλαί. ̓Εριννύσ. δαίμων ὑποχθόνιος η τιμωρητική. ̓Εριώλη. πνοὴ σφοδρὰ, η ἀνέμου συστροφὴ, η πυρὸς, καὶ ἡ τῆς ἀναθυμιάσεως συστροφὴ, πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα. ̓Εριβώλαξ. ἡ ευγειος γῆ καὶ λιπαρά. Ερση καὶ ερσοσ. ἡ δρόσος. θηλείας ερσης ἰκμάδα γευόμενος. οἱ γὰρ τέττιγες δρόσον σιτίζονται. παρὰ τὸ αρδω αρση καὶ ερση. ποτίζεται γὰρ ὑπ' αὐτῆς πάντα τὰ φυτὰ καὶ κατάρδεται. Ερσισ. τὸ πλεξείδιον. παρὰ τὸ ειρω τὸ συμπλέκω. ̓Ερσεφορία. δροσοφορία. ̓Ερσηλία. κύριον. ̓Ερυγή. πνεύματος ἀναπομπὴ ἐκ τοῦ στομάχου. ενθεν καὶ τὸ ἐξερεύξατο. η πνεῦμα κρύφιον κατὰ τὴν ζέσιν τῆς τροφῆς ἀποῤῥηγνυμένων τῶν πομφολύγων ἐπὶ τὸ ανω διαπνεόμενον. ἐρυγὴ καὶ ἡ κραυγή. ̓Ερύθεια. πόλεως ονομα. epsilon.867 ̓Ερυθρὰ