201
πάσης ὁμοῦ τῆς ἀνθρωπίνης φύσεως τὰς μετὰ τὴν ἁμαρτίαν ὀδύνας. Ἐσχημάτισται δὲ εἰς ἱκετείαν ἡ τοῦ ψαλμοῦ προφητεία, ὑπό τε τούτων, ὑπό τε κοινῇ πάντων προσφερομένη τῷ φιλαν θρώπῳ Θεῷ· ἁρμόττει δὲ τοῖς εὐσεβεστέροις ἡ προσευχή. βʹ, γʹ. "Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐν ώπιόν σου ἡ προσευχή μου." Σὲ, ∆έσποτα, Κύριον οἶδα τῆς ἐμῆς σωτηρίας· διά τοι τοῦτο νύκτωρ καὶ μεθ' ἡμέραν ἀντιβολῶ τὴν ἐμὴν ἱκετείαν δεχθῆναι. [Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] "Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου." [Καὶ τίνος ἕνεκεν ἀντι βολεῖ διὰ τῶν ἑξῆς καὶ λέγει·] 80.1569 δʹ. "Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν." Τὸ πλῆθος ἀντιβολῶ σε τῶν περιστοιχιζόντων με θεωρήσας κακῶν [ἀπο σόβησον·] παρ' αὐτὸν γάρ εἰμι τὸν θάνατον, καὶ τῆς σῆς δέομαι βοηθείας, [ἧς γεγυμνωμένος δεδού λωμαι τῇ ἁμαρτίᾳ. Τοῦτο γὰρ λέγει·] εʹ. "Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον." Ἀφύκτοις τισὶ περιπέπτωκα συμφοραῖς, καὶ ἀπαλλαγὴν οὐδεμίαν εὑρίσκω, ἀλλ' ἔοικα τοῖς εἰς λάκκον ἐμπεπτωκόσι, καὶ ἀναβῆναι μὴ δυνα μένοις. "Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθη τος." Πάσης προνοίας καὶ κηδεμονίας γεγύ μνωμαι. ʹ. "Ἐν νεκροῖς ἐλεύθερος." Καὶ μηδέπω τὴν τελευτὴν ὑπομείνας, μηδὲ τοῦ θανάτου τὴν δουλείαν δεξάμενος, ἐμαυτὸν συναριθμῶ τοῖς ἐν νεκροῖς. "Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθη σαν." Τῷ Ἐγενήθην καὶ ταῦτα συντέτακται. Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος, καὶ μηδέπω τοῦ θανάτου τὴν δουλείαν δεξάμενος. Ἐγενήθην ὡς τραυματίας ἐν πολέμῳ τετρωμένος, καὶ ταφῇ παραδεδομένος. Τοῦτο γὰρ οὕτως ὁ Σύμμαχος εἴρηκεν· Ὡς οἱ τετρωμένοι οἱ κείμενοι ἐν τάφῳ, ὧν οὐ μνημονεύσῃ οὐκ ἔτι, οἵ τινες ὑπὸ τῆς χεῖρός σου ἐξεκόπησαν. [̓Εκεῖνοι γὰρ, φησὶν, ὑπὸ τῆς προνοίας τῆς σῆς ἐξεκόπησαν· φθάσει δὲ ἡ σὴ ῥοπὴ, ἵνα μὴ τῷ αὐτῷ βόθρῳ κἀγὼ περιπέσω.] ζʹ. "Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκο τεινοῖς, καὶ ἐν σκιᾷ θανάτου." Καὶ ταῦτα τοῖς ἐν Βαβυλῶνι διάγειν ἠναγκασμένοις ἁρμόττει τὰ ῥή ματα, καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει. Ἐκεῖνοί τε γὰρ πονηροῖς ἀνθρώποις δουλεύοντες ὀδυνηρὸν βίον ἔζων· καὶ ἅπαντες ἄνθρωποι παντοδαπαῖς μετὰ τὴν ἁμαρτίαν περιέπεσαν συμφοραῖς. Μετὰ γὰρ τὴν παράβασιν τῆς ἐντολῆς θάνατος, καὶ πένθος, καὶ δάκρυα, οἰμωγαί τε, καὶ ὀλοφύρσεις, χηρεῖαι, καὶ ὀρφανίαι, καὶ πενίαι, καὶ δυσκληρίαι, καὶ τ' ἄλλα μυρία καὶ δυσδιήγητα σκότον καὶ τοῖς ζῶσιν ἐπάγοντα. [Ὁρᾶτε πηλίκον κακὸν ἡ παρακοή· ὥστε μὴ μόνον Θεὸν χωρίσαι, ἀλλὰ καὶ τοσούτων κακῶν περιστοιχίζειν.] ηʹ. "Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου· καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμέ." Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοὶ ἐπείσφρησεν ὁ θυμός σου, καὶ ταῖς καταιγίσι σου ἐκάκωσάς με. Ἐπιμένεις, φησὶ, τιμωρούμενος, καὶ παντοδαπάς 80.1572 μοι συμφορῶν προσβολὰς ἐπιφέρων. Ἐκ μετα φορᾶς τῶν ναυαγούντων, καὶ πολλὰς μὲν κυμάτων προσβολὰς, πολλὰς δὲ ἀνέμων ἐμβολὰς δεχομένων. θʹ. "Ἐμάκρυνας τοὺς γνωστούς μου." Ἔρημός εἰμι, καὶ συνήθων, καὶ συγγενῶν· οἱ μὲν γὰρ ἐν Βαβυλῶνι δορυάλωτοι, τῆς δουλείας δεξάμενοι τὸν ζυγὸν, ἐσκεδασμένοι, καὶ τῆς τῶν φίλων συγγενείας καὶ συνουσίας ἐστερημένοι, τὴν ἐντεῦθεν οὐκ εἶχον παραψυχήν. Πάντες δὲ ἄνθρωποι δυσσεβείᾳ συζῶν τες τῆς παρὰ τῶν ἀγγέλων κηδεμονίας οὐ μετελάγ χανον. "Ἔθεντό με βδέλυγμα ἑαυτοῖς·" τουτέστιν οἱ πολέμιοι. "Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην." Τῶν ἐπικειμένων μοι κακῶν ἀπαλλαγὴν οὐδεμίαν εὑρίσκω. ιʹ. "Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας." Ὁ δὲ Σύμμαχος οὕτως· Ὁ ὀφθαλμός μου ἐξέῤῥευσεν ἀπὸ τῆς κακώσεως. Εἰς δάκρυα γὰρ τοὺς ὀφθαλμούς μου κατεδαπάνησα, κλαίειν ὑπὸ τῆς ὀδύνης καταναγκαζόμενος. "Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου." Ἕνα τοίνυν πόρον δὸς τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τὴν σὴν, ∆έσποτα, προμήθειαν· ἐκ τείνων γὰρ ἀεὶ τὰς χεῖρας ἀντιβολῶ σε. Τὴν πι κρὰν δὲ τῆς ψυχῆς ὀδύνην τοῦτο τὸ σχῆμα δηλοῖ. Ὑπὸ γὰρ τῆς χρείας