1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

201

Πουζάνης ἑαυτὸν ἐνέκλεισεν. οὓς χειρωσάμενος ὁ βασιλεὺς τὸν μὲν Ἀρτάυασδον σὺν τοῖς δυσὶν υἱοῖς ἐτύφλωσεν, τὸν δὲ Βακτάγγιον ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισε καὶ τὴν τούτου κεφαλὴν ἐν τῷ Μιλίῳ ἐκρέμασεν ἐπὶ ἡμέρας τρεῖς. μετὰ δὲ λʹ ἔτη ὁ μνησίκακος καὶ ἄσπλαγχνος βασιλεὺς προσέταξεν ἀπελθεῖν τὴν αὐτοῦ γυναῖκα ἐν τῇ μονῇ τῆς Χώρας, ἐκεῖσε γὰρ ἦν ταφείς, καὶ ἀνασκάψαι αὐτοῦ τὰ ὀστᾶ καὶ ἐν τῷ ἰδίῳ παλλίῳ βαστάσαι καὶ εἰς τὰ λεγόμενα Πελαγίου μνήματα μετὰ τῶν βιοθανάτων ῥίψαι. ὢ τῆς ἀπανθρωπίας. πολλοὺς δὲ καὶ ἄλλους συμμαχήσαντας Ἀρταυάσδῳ τῶν προυχόντων ἀνεῖλεν, ἀναριθμήτους δὲ ἐτύφλωσεν, καὶ ἄλλους ἐχειροκόπησε καὶ ἐποδοκόπησεν. ἐπέτρεψε δὲ τοῖς σὺν αὐτῷ εἰσελθοῦσιν ἐξωτικοῖς ἄρχουσιν εἰσελθεῖν εἰς τοὺς οἴκους καὶ διαρπάσαι τὰς οὐσίας τῶν πολιτῶν, πολλά τε καὶ ἄλλα ἀναρίθμητα δεινὰ ἐπεδείξατο τῇ πόλει. ἱππικὸν δὲ ποιήσας εἰσήγαγε τὸν Ἀρτάυασδον σὺν τοῖς υἱοῖς αὐτοῦ καὶ τοῖς φίλοις δεδεμένους διὰ τοῦ διϊππίου ἅμα Ἀναστασίῳ τῷ ψευδωνύμῳ πατριάρχῃ τυφθέντι δημοσίως καὶ ἐπὶ ὄνου ἐξανάστροφα καθημένῳ, ὃν 421 εἰς τὸ ἱππικὸν εἰσαγαγὼν ἐπόμπευσεν, πάλιν δὲ ὡς ὁμόφρονα αὐτοῦ ἐκφοβήσας καὶ δουλώσας ἐν τῷ θρόνῳ τῆς ἱερωσύνης ἐκάθισεν. Σισίννιον δέ, τὸν πατρίκιον καὶ στρατηγὸν τῶν Θρᾳκησίων, πολλὰ συνδραμόντα αὐτῷ καὶ συναγωνισάμενον, ἐξάδελφόν τε αὐτοῦ ὄντα μετὰ μʹ ἡμέρας ἐτύφλωσε τῇ τοῦ θεοῦ δικαίᾳ κρίσει. ὁ γὰρ βοηθῶν τῷ ἀσεβεῖ ἐμπεσεῖται εἰς τὰς χεῖρας αὐτοῦ κατὰ τὸ γεγραμμένον.

Κόσμου ἔτη σλʹ. Τῆς θείας σαρκώσεως ἔτη ψλʹ. Ῥωμαίων βασιλεὺς

Κωνσταντῖνος ἔτη λεʹ. δʹ. Ἀράβων ἀρχηγὸς Μαρουὰμ ἔτη ʹ. αʹ. Ῥώμης ἐπίσκοπος Ζαχαρίας ἔτη καʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Ἀναστάσιος ἔτη κδʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος Θεοφύλακτος ἔτη ζʹ. αʹ. Τούτῳ τῷ ἔτει κομήτης μέγας κατὰ τὴν Συρίαν ἐφάνη. καὶ ἐστασίασε Θεβὶτ κατὰ τοῦ Μαρουὰμ καὶ ∆αχὰκ ὁ τῶν Ἀρουριτῶν· οὓς χειρωσάμενος Μαρουὰμ ἀνεῖλεν ἐν τοῖς ὁρίοις Ἐμέσης μετὰ πλήθους πολεμιστῶν χιλιάδων ιβʹ. τῷ δ' αὐτῷ ἔτει παρακλήσει τῶν Χριστιανῶν τῆς ἑῴας συνεχώρησε χειροτονηθῆναι Θεοφύλακτον, πρεσβύτερον Ἐδεσηνόν, πατριάρχην Ἀντιοχείας, κοιμηθέντος Στεφάνου, καὶ τοῦτον γράμμασι καθολικοῖς τιμᾶσθαι προσέταξε παρὰ τῶν Ἀράβων. χαρίσμασι γὰρ πνευματικοῖς ἐκεκόσμητο, καὶ μάλιστα τῇ σωφροσύνῃ. ἐν Ἐμέσῃ δὲ ρκʹ Χαλβενοὺς ἐφούρκισεν, τὸν δὲ Ἄβας, τὸν πολλὰ τῶν Χριστιανῶν αἵματα ἐκχύσαντα καὶ πολλοὺς τόπους πορθήσαντα καὶ αἰχμαλωτίσαντα ἀναιρεῖ ἐν τῇ φυλακῇ. σταλέντος γὰρ πρὸς αὐτόν τινος Αἰθίοπος ὑπὸ Μαρουὰμ ἐπὶ τούτῳ, θύλακα πλήσας ἀσβέστου ζώσης εἰσῆλθε πρὸς αὐτόν, καὶ τοῦτον τῇ κεφαλῇ καὶ ταῖς αὐτοῦ ῥισὶ περιθεὶς ἀπέπνιξεν αὐτόν, δικαίαν ἐφευρόμενος τῷ γόητι τιμωρίαν. μαγείαις γὰρ καὶ δαιμόνων ἐπικλήσεσι πολλὰ κατὰ Χριστιανῶν κακὰ ἐτεκτήνατο. οὗτος καὶ τῷ αἵματι Οὐαλὶδ ἐκοινώνησεν. 422 εʹ. βʹ. ιβʹ. ιʹ. βʹ. Τούτῳ τῷ ἔτει Σουλεϊμὰν ἐπισυνάξας τὰ στρατεύματα αὐτοῦ αὖθις τῷ Μαρουὰμ συμβάλλει καὶ ἡττᾶται ἀποβαλὼν τοῦ λαοῦ χιλιάδας ζʹ καὶ φυγὰς εἰς Παλμύραν διασώζεται, κἀκεῖθεν εἰς Περσίδα. ἐστασίασαν δὲ καὶ Ἐμεσηνοὶ καὶ Ἡλιουπολῖται καὶ ∆αμασκηνοὶ τὰς πόλεις τῷ Μαρουὰμ ἀποκλείσαντες· ὃς τὸν μὲν ἑαυτοῦ υἱὸν κατὰ τοῦ ∆αχὰκ ἀποστείλας μετὰ δυνάμεως αὐτὸς ἐπὶ τὴν Ἔμεσαν ἦλθεν, ἣν ἐν τέτρασι μησὶ παρέλαβεν. ὁ δὲ ∆αχὰκ ἀπὸ Περσίδος μετὰ πλείστης δυνάμεως ἤρχετο. ὁ δὲ Μαρουὰμ συμβαλὼν αὐτῷ κατὰ τὴν Μεσοποταμίαν μετὰ τὸ πολλοὺς ἀναιρεθῆναι τῶν σὺν αὐτῷ τοῦτον συλλαβὼν κτείνει. ἐν τούτοις Κωνσταντῖνος Γερμανίκειαν παρέλαβεν ἐπιστρατεύσας τὴν Συρίαν καὶ ∆ουλιχίαν ἄδειαν εὑρὼν διὰ τὴν τῶν Ἀράβων πρὸς ἀλλήλους μάχην. λόγῳ δὲ τοὺς ἐν αὐταῖς Ἄραβας ἐξαποστείλας ἀόπλους προσελάβετο καὶ τοὺς πρὸς μητρὸς συγγενεῖς καὶ ἐν Βυζαντίῳ μετῴκισεν,