εὔκυκλοι, ἀλλ' εἰσί τινες καὶ σπιδεῖς, ἤγουν ἐπιμήκεις. σπίζω γὰρ τὸ ἐκτείνω, ἀφ' οὗ σπιδὴς μὲν ἡ ἐπιμήκης, ἀσπὶς δὲ ἡ μὴ πρὸς μῆκος ἐκτεταμένη ἀλλ' εἰς κύκλον συνηγμένη. Φασὶ δὲ οἱ αὐτοὶ καί, ὡς παρὰ τῷ ποιητῇ ἀντιφράζεται τῇ ἀσπίδι τὸ σάκος ὡς διαφέρον δηλαδὴ πρὸς αὐτήν. Ὅτι δ' ἐκ τοῦ ῥηθέντος σπίζω καὶ ἡ σπιθαμὴ γίνεται, καὶ ὅτι σπίζειν λέγεται, ἄλλως μέντοι κατὰ ὀνοματοποιΐαν, ὁ σπῖνος σπίζων ἑῷα παρὰ τῷ Ἀράτῳ, οὐκ ἄδηλόν ἐστιν. (ῃ. 427) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ «οὔ τις εὗ ἀκήδησε» γίνεται τὸ εὗ, ὡς καὶ προδεδήλωται, ἀπὸ τοῦ ἕο κατὰ κρᾶσιν, ὡς τὸ σέο σεῦ, ἐμέο ἐμεῦ. καί ποτε καὶ ἐγκλίνεται δίχα τόνου προφερόμενον. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσιν, ὡς ὁ τοῦ συνετοῦ Πολυδάμαντος λόγος ἀπετελέσθη καὶ ἐπ' αὐτῷ τῷ Ἕκτορι. ἔφθη γὰρ εἰπών, ὡς οὐ κόσμῳ παρὰ νηῶν ἐλευσόμεθα, πολλοὺς γὰρ Τρώων καταλείψομεν. (ῃ. 432) Καὶ τοίνυν καὶ ὁ Ἕκτωρ οὐκ εὐκόσμως ἐκ τῶν νηῶν ἔρχεται, ἀλλὰ βληθεὶς ὑπὸ Αἴαντος καί, ὡς ἐρρέθη, πεσὼν φέρεται ἐφ' ἅρματος προτὶ ἄστυ, βαρέα στενάχων. (ῃ. 428 ς.) Πρὸ τούτου δὲ ἑταῖροι χερσὶν ἀείραντες ἔφερον ἐκ πόνου αὐτόν. Καὶ ἔστιν ἀστεῖον τὸ ἐκ πόνου, μέσως λεχθὲν ἐπί τε μάχης καὶ ἐπὶ ἄλγους, ἴσως δὲ καὶ ἐκ τοῦ τῶν φερόντων πόνου διὰ τὸ ἐναγώνιον. (ῃ. 433-9) Ἐφ' οἷς ὁ ποιητὴς λέγει καί, ὅτι περὶ τὸν τοῦ Ξάνθου πόρον ἐλθόντες οἱ περὶ Ἕκτορα, περὶ οὗ Ξάνθου πολλαχοῦ δηλοῦται, ἐκεῖ αὐτὸν «ἐξ ἵππων πέλασαν χθονί», ἤγουν εἰς γῆν ἔθεντο ἀνακλίναντες, «κὰδ δέ οἱ ὕδωρ χεῦαν, ὃ δ' ἀμπνύνθη», ἤγουν ἀνέπνευσε, «καὶ ἀνέδρακεν ὀφθαλμοῖσι», 3.676 συλλέξας ἑαυτὸν καὶ ἀναρρώσας φυσικῶς τῇ καταχύσει τοῦ ὕδατος. «ἑζόμενος δ' ἐπὶ γοῦνα», φησί, «κελαινεφὲς αἷμ' ἀπέμεσσε», κἀντεῦθεν παρεθεὶς «αὖτις ἐξοπίσω πλῆτο χθονί», τουτέστιν ἐπέλασε, «τὼ δέ οἱ ὄσσε», ἢ κὰδ δέ οἱ ὄσσε, «νὺξ ἐκάλυψε μέλαινα· βέλος δέ», ὅ ἐστι βολὴ καὶ ἡ ἐντεῦθεν ὀδύνη, «ἔτι θυμὸν ἐδάμνα». Τοιοῦτον ἡ τοῦ Αἴαντος χείρ, μᾶλλον δὲ τοιοῦτον ἡ ἀλαζονεία, ἧς δίκας ὁ θρασὺς Ἕκτωρ τῷ ὀνειδισθέντι βουγαΐῳ δίδωσιν. (ῃ. 437) Ἰστέον δὲ [ὅτι τε ἐκ τοῦ ἐμεῖν, ὅθεν ὁ ἔμετος, οὐ μόνον Ἔμεια πόλις Πελοποννησία, ὡς μετ' ὀλίγα εἰρήσεται, ἀλλὰ καὶ ἐμίας, ὡς κοχλίας, ὁ ἐμετικὸς ἢ εὐεμής, καὶ ὡς] (ῃ. 434) τὸν ῥηθέντα Ξάνθον εὐρείτην κἀνταῦθα λέγει καὶ δινήεντα καὶ ∆ιὸς παῖδα, ἤγουν ἐξ ἀέρος ὄμβροις πλήθοντα ὡς διϊπετῆ, ὅπερ ὅμοιον περιφραστικῶς τῷ «ὃν ἀθάνατος τέκετο Ζεύς». [(ῃ. 433) Τὸ δὲ ἐϋρρεῖος, ὅπερ ἐστὶν εὐρείτου, δοκεῖ ἀπὸ τοῦ εὖ καὶ τοῦ ῥύω, τὸ ῥέω, εἴτ' οὖν ῥυΐσκω, γίνεσθαι, ἵνα ᾖ εὐρρύς εὐρρέος, ὡς ἡδύς ἡδέος, καὶ ἐπενθέσει τοῦ ˉι εὐρρεῖος. Εἰ δ' ἴσως ἀπὸ τοῦ εὖ καὶ τοῦ ῥέος γίνεται, ὃ δηλοῖ τὸ ῥεῦμα, πρὸς ὁμοιότητα τοῦ Ἡρακλῆς Ἡρακλῆος, ἔχει ἀπορίαν διὰ τί μὴ τῷ ˉη παραλήγεται τὸ εὐρρεῖος κατὰ τὸ Ἡρακλῆος. εἰ δέ τις ἐκ τοῦ ῥέειν αὐτὸ παραγάγῃ, ἐκπέφευγε πολυλογίαν.] (ῃ. 436) Ὅρα δ' ἐν τοῖς εἰρημένοις καὶ τὸ «ἀμπνύνθη», ὥσπερ καὶ τὸ «ἀνέδρακεν», ἐν οἷς δηλοῦται ὡς εἰς τὴν προτέραν πνοὴν ἀνέκαμψε καὶ εἰς τὸ πρῴην βλέμμα. (ῃ. 437) Περὶ δὲ τοῦ «κελαινεφὲς αἷμα» προείρηται. (ῃ. 438) Τὸ δὲ «πλῆτο» σύστοιχόν ἐστι τῷ «πέλασαν». ἀπὸ γὰρ τοῦ πέλω γίνεται πλῶ, καὶ ἀπ' αὐτοῦ τὸ πλῆτο, οὗ τρίτον πληθυντικὸν μετ' ὀλίγα ἐν τῷ «οὔδεϊ πλῆντο». (ῃ. 439) Νύκτα δὲ τὴν ἁπλῶς ἀορασίαν καὶ νῦν λέγει, δι' ἣν ἡ ὄψις ὡς ἐν νυκτὶ καθίσταται. (ῃ. 440 ς.) Ὅτι τὴν τοῦ Ἕκτορος ἀρετὴν 3.677 δηλοῖ καὶ τὸ «Ἀργεῖοι δ' ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα, μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης». δῆλον γὰρ κἀνταῦθα ὡς μεγάλου ἀριστέως πεσόντος πολλὴ μεταβολὴ πολέμου γίνεται. Σεμνῶς δὲ εἴρηται τὸ «νόσφι κιόντα», οὐ μὴν ἀληθῶς. ἀρθεὶς γὰρ ὑφ' ἑταίρων οὐκ αὐτὸς κιὼν ὁ Ἕκτωρ ἀπῆλθε τῆς μάχης. (ῃ. 443-5) Ὅτι ὥσπερ Σιμοείσιός τις πρὸ τούτων ἦν παρώνυμος ποταμῷ τῷ Σιμόεντι, καί τις ἕτερος τῷ Σκαμάνδρῳ Σκαμάνδριος, οὕτω καὶ ἐνταῦθα Σάτνιός τις ἱστορεῖται, «ὅν», φησί, «νύμφη τέκε Νηῒς ἀμύμων παρ' ὄχθας Σατνιόεντος» ποταμοῦ. (ῃ. 444) Ὅτι τε [τὸ ἀμύμων θνητῶν προσώπων ἐπίθετον εἶναι παρασημειοῦνται οἱ παλαιοί, καθ' ἣν ἔννοιαν καὶ νύμφη Νηῒς ἀμύμων, ὡς μακρόβιος μέν, οὐ μὴν καὶ ἀθανάτη,