1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

202

τεθνάναι καὶ πρὸς τὸ θῦσαι· οἱ δέ τινες ἑτοιμότεροι τοῖς βωμοῖς προσέτρεχον, ἰσχυρι ζόμενοι τῇ θρασύτητι τὸ μηδὲ πρότερον γεγονέναι Χριστιανούς· περὶ ὧν ἡ τοῦ κυρίου πρόρρησις ἀληθεστάτη ὅτι δυσκόλως σωθήσονται. τῶν δὲ λοιπῶν οἱ μὲν εἵποντο τούτοις ἑκατέροις, οἱ δὲ ἔφευγον, οἱ δὲ ἡλίσκοντο, καὶ τούτων οἱ μὲν ἄχρι δεσμῶν καὶ φυλακῆς χωρήσαντες, καί τινες καὶ πλείονας ἡμέρας καθειρχθέντες, εἶτα καὶ πρὶν ἐπὶ δικαστήριον ἐλθεῖν ἐξωμόσαντο· οἱ δὲ καὶ βασάνοις ἐπὶ ποσὸν ἐγκαρτερήσαντες, πρὸς τὸ ἑξῆς ἀπεῖπον. οἱ δὲ στερροὶ καὶ μακάριοι στῦλοι τοῦ κυρίου κραταιωθέν τες ὑπ' αὐτοῦ καὶ τῆς ἰσχυρᾶς ἐν αὐτοῖς πίστεως ἀνάλογον καὶ ἀξίαν δύναμιν καὶ καρτερίαν λαβόντες θαυμαστοὶ γεγόνασιν αὐτοῦ τῆς βασι λείας μάρτυρες. ὧν πρῶτος Ἰουλιανὸς ἄνθρωπος ποδαλγός, μὴ στῆναι μηδὲ βαδίσαι δυνάμενος, σὺνἑτέροις δύο τοῖς φέρουσιν αὐτὸν προσήχθη, ὧν ὁ μὲν ἕτερος εὐθὺς ἠρνήσατο, ὁ δὲ ἕτερος Κρονίων ὀνόματι, ἐπίκλην δὲ ὁ Νοῦς, καὶ αὐτὸς ὁ πρεσβύτερος Ἰουλιανὸς ὁμολογήσαντες τὸν κύριον, διὰ πάσης τῆς πόλεως μεγίστης οὔσης, ὡς ἴστε, καμήλοις ἐποχούμενοι καὶ μετέωροι μαστιγούμενοι, τέλος ἀσβέστῳ πυρὶ κεχυμένου τοῦ δήμου παντὸς κατεκάησαν. στρατιώτης τε αὐτοῖς ἀπαγομένοις παραστὰς καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθεὶς ἐκβοησάντων ἐκείνων προαχθεὶς ὁ ἀν δρειότατος ὁ πρόμαχος τοῦ θεοῦ Βησᾶς κἀν τῷ μεγάλῳ πολέμῳ τῷ περὶ τῆς εὐσεβείας ἀριστεύσας ἀπετμήθη τὴν κεφαλήν. καί τις ἕτερος τὸ μὲν γένος Λίβυς, τὴν δὲ προσηγορίαν ἅμα καὶ τὴν εὐλογίαν ἀληθὴς Μάκαρ, προτροπῆς αὐτῷ πολλῆς ὑπὸ τοῦ δικαστοῦ γενομένης πρὸς ἄρνησιν, οὐχ ὑπαχθείς, ζῶν καταπέφλεκται. Ἐπίμαχός τε καὶ Ἀλέξανδρος μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον μυρίας διενεγκόντες ἀλγηδόνας, ξυστῆρας, μάστιγας, πυρὶ ἀσβέστῳ καὶ οὗτοι διεχύθησαν, καὶ σὺν αὐτοῖς γυναῖκες δʹ, Ἀμμωναρία τε ἁγία παρθένος, πάνυ φιλονείκως αὐτὴν ἐπὶ πλεῖστον τοῦ δικαστοῦ βασανίσαντος, ἅτε προαποφηναμένην ὅτι μηδὲν ὧν ἐκεῖνος κελεύει φθέγξαιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη. αἱ δὲ λοιπαί, 451 σεμνοτάτη πρεσβῦτις Μερκουρία καὶ αἱ ὑπόλοιπαι μὲν οὐχ ὑπὲρ τὸν κύριον δὲ ἀγαπήσασαι τὰ τέκνα ∆ιονυσία, καταιδεσθέντος εἰς ἀνήνυτον ἔτι βασανίζειν καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἡγεμόνος σιδήρῳ τεθνᾶσι μηκέτι πεῖραν λαβοῦσαι. τὰς γὰρ ὑπὲρ πασῶν ἡ πρόμαχος Ἀμμωναρία ἀναδέδεκται. Ἔτι περὶ τῶν ἐν Χριστῷ τελειωθέντων κατὰ τὸν ἐπὶ ∆εκίου διωγμὸν ἐκ τῆς αὐτῆς τοῦ μακαρίου ∆ιονυσίου ἐπιστολῆσ Ἥρων δὲ καὶ Ἀστὴρ καὶ Ἰσίδωρος Αἰγύπτιοι καὶ σὺν αὐτοῖς παιδάριον ὡς πεντεκαιδεκαετὴς ∆ιόσκορος παρεδόθησαν. καὶ πρῶτον τὸ μειράκιον λόγοις τε ἀπατᾶν ὡς εὐπαράγωγον καὶ βασάνοις καταναγκάζειν ὡς εὐέν δοτον πειρωμένου, οὔτε ἐπείσθη οὔτε εἶξεν ὁ ∆ιόσκορος. τοὺς δὲ λοιποὺς ἀγριώτατα ξήνας, ἐγκαρτερήσαντας πυρὶ καὶ τούτους ἔδωκε. τὸν δὲ ∆ιόσ κορον ἐλλαμπρυνόμενόν τε δημοσίᾳ καὶ σοφώτατα πρὸς τὰς ἰδίας πεύσεις ἀποκρινόμενον θαυμάσας παρῆκεν, ὑπὲρ ὧν ἦν φήσας εἰς μετάνοιαν αὐτὸν διὰ τὴν ἡλικίαν ἐπιμετρεῖν. καὶ νῦν ὁ θεοπρεπέστατος σὺν ἡμῖν ἐστι ∆ιόσ κορος εἰς μακρότερον τὸν ἀγῶνα καὶ διαρκέστερον εἶναι τὸν ἆθλον. Νεμεσίων τις κἀκεῖνος Αἰγύπτιος ἐσυκοφαντήθη μὲν ὡς δὴ σύνοικος λῃ στῶν, ἀποδυσάμενος δὲ ταύτην παρὰ τῷ ἑκατοντάρχῃ τὴν ἀλλοτριωτάτην διαβολήν, καταμηνυθεὶς ὡς Χριστιανὸς ἧκε δεσμώτης ἐπὶ τὸν ἡγεμόνα. ὁ δὲ ἀδικώτατος διπλαῖς αὐτὸν ἢ τοὺς λῃστὰς βασάνοις τε καὶ μάστιξι λυμηνάμενος, μεταξὺ τῶν λῃστῶν κατέφλεξε τιμηθέντα τὸν μακάριον τῷ τοῦ Χριστοῦ παραδείγματι. ἀθρόον δέ τι σύνταγμα στῖφος στρατιωτικόν, Ἄμμων καὶ Ζήνων καὶ Πτολεμαῖος καὶ Ἰγγένης καὶ σὺν αὐτοῖς πρεσβύτης Θεόφιλος, εἱστήκεισαν πρὸ τοῦ δικαστηρίου. κρινομένου δέ τινος ὡς Χριστιανοῦ καὶ πρὸς ἄρνησιν ῥέποντος ἐπρίοντο οὗτοι παρεστηκότες καὶ τοῖς προσώποις ἐνένευον καὶ τὰς χεῖρας ἀνέτεινον καὶ συνεσχηματίζοντο τοῖς σώμασιν. ἐπιστροφῆς δὲ πάντων πρὸς αὐτοὺς γενομένης,