202
ἔλεγον δεῖν Σίσμανον διασώζειν, ἱκέτην τῆς Ῥωμαίων βασιλείας γεγενημένον, καὶ μὴ καταπροδιδόναι, εἰ δεῖ τι καὶ τῶν δυσχερῶν ὑπομένειν δι' αὐτόν. οἱ δὲ τὴν χώραν μᾶλλον καὶ τὰ οἰκεῖα διασώζειν καὶ μὴ βαρ 2.22 βάρου ἕνεκα φυγάδος εἰς προὖπτον κίνδυνον ἐμβάλλειν σφᾶς αὐτούς. καὶ τοιαῦτα ἕτερα ἀντέλεγον πρὸς ἀλλήλους καὶ βοῆς τὰ βασίλεια ἐπλήρουν, πάντων ἐθελόντων γνώμας καὶ ψηφίσματα προτείνειν ὑπὲρ τῶν κοινῇ λυσιτελούντων. ὡς δὲ ἐπιπλέον ἡ φιλονεικία παρετείνετο καὶ ἀσύμφωνοι ταῖς γνώμαις ἦσαν, ὁ πατριάρχης ὡς δή τι μέγα καὶ θαυμάσιον βεβουλευμένος «ἐμοὶ δοκεῖν» ἔφη «Σίσμανον πρὸς τὸν τῆς τοῦ θεοῦ Σοφίας νεὼν καταφυγεῖν. ἀσυλίᾳ δὲ αὐτοῦ τετιμημένου ὑπὸ πάντων, ὅσοι Ῥωμαίων ἐβασίλευσαν, ἐξεῖναι καὶ ἡμῖν εὐπρόσωπον ἀπολογίαν πρὸς τοὺς Ἀλεξάνδρου θέσθαι πρεσβευτὰς, ὡς οὐκ ἐξὸν ἀποσπάσαντας τὸν ἱκέτην τοῦ θεοῦ παραδιδόναι πρὸς σφαγὴν, μάλιστα πάντων τοῦτο ἄγος ἐναγέστατον καὶ παρὰ τῶν πάλαι καὶ τῶν νῦν Ῥωμαίων νομιζόμενον.» οἱ μὲν οὖν πολλοὶ τῶν παρόντων ἐξεθείασαν τὴν βουλὴν, ὡς ἀρίστην καὶ συνετωτάτην καὶ δυναμένην μάλιστα ἀπράκτους ἀποπέμψαι τοὺς Ἀλεξάνδρου πρεσβευτὰς, συνορῶντας ἤδη καὶ αὐτοὺς τὴν τοῦ πράγματος ἀνάγκην. τοῦ μεγάλου δὲ δομεστίκου φθεγγομένου μηδὲν, ἡ βασιλὶς πρῶτα μὲν κατεμέμφετο τὴν ἀκαιρίαν τῆς νόσου, ἐφ' οὕτως ἀναγκαίου καιροῦ καὶ δεομένου βουλῆς γεγενημένην· ἔπειτα δὲ ἔλεγε πρὸς αὐτὸν, ὡς, εἰ μὲν καὶ αὐτῷ εὖ ἔχειν ἡ τοῦ πατριάρχου δοκεῖ βουλὴ, ὥσπερ δὴ καὶ τοῖς ἄλλοις συνέδοξε καὶ αὐτῇ, ἐπινεῦσαι ὡς καλῶς ἔχουσι τοῖς λεγομένοις, καὶ τοῦτο ἐπιθέσθαι πέρας τῇ βουλῇ. εἰ δέ τι βέλτιον αὐτῷ καὶ 2.23 λυσιτελέστερον ἕτερον δοκεῖ, τὸ νῦν μὲν εἶναι διὰ τὴν αὐτοῦ νόσον τὸν σύλλογον διαλύειν, αὖθις δὲ ῥαΐσαντος, βουλεύσεσθαι περὶ τῶν αὐτῶν. ὁ δὲ μικρὸν ἐπισχὼν, «δοκεῖτέ μοι» ἔφη «μὴ περὶ ὧν βουλεύεσθε, τὴν ἀπόκρισιν ποιεῖσθαι. οὐ γὰρ νῦν ὑμῖν ἡ σκέψις περὶ λόγων εὐπροσώπων, ἀλλὰ εἴτε χρὴ τὰ κελευόμενα ὑπ' Ἀλεξάνδρου πράττειν, εἴτε πολεμεῖν αὐτῷ. ὑμεῖς δὲ περὶ ὧν προὔθεσθε βουλεύεσθαι ἀφέντες, περὶ νομίμων καὶ δικαίων τῶν παρὰ Ῥωμαίοις διαλέγεσθε, ὥσπερ ἂν εἴ τις καὶ Ἀλέξανδρον ὁ καταναγκάσων ἦν τοῖς Ῥωμαίων νόμοις πείθεσθαι. ὁ δ' ἴσως ἐρεῖ, ὡς οὐκ ἐμοὶ, ἀλλὰ Ῥωμαίοις οἱ νόμοι οὗτοι κεῖνται· ἐμοὶ δὲ εἷς νόμος ἐκ παντὸς τρόπου τὰ συνοίσοντα ἐμοὶ ζητεῖν. ὑμῖν δὲ εἰ καὶ Σίσμανον ἔξεστι τοῖς ἀσύλοις κατακρύπτειν ἱεροῖς, ἀλλ' οὐ δήπου καὶ πόλεις καὶ κώμας κατακρύψετε ἐν τοῖς τοιούτοις, οὐδὲ βοῶν ἀγέλας καὶ ποίμνια προβάτων καὶ τὴν ἄλλην περιουσίαν τὴν ἐν τοῖς ἀγροῖς, ἐξ ὧν ἐμοὶ τῆς ἀδικίας ἐξέσται κομίζεσθαι ποινάς. πρὸς οὖν τὰ τοιαῦτα χρὴ βουλεύεσθαι, οὐ πρὸς ἀπολογίας εὐπροσώπους. ἐγὼ δὲ ὀλίγου δεῖν νυνὶ μέμφομαι καὶ ἐμαυτῷ, ὅτι καὶ ὁπωσοῦν εἰς τοιουτουσὶ προήχθην λόγους. εἴρηται γὰρ ἐξαρχῆς καὶ ἐπεψηφίσθη γε ὑπὸ πάντων, ἐπεὶ μηδεὶς ἀντεῖπε μηδέν· ἐὰν τῷ ἐσχάτῳ τι ἀποκαλυφθῇ, σιγᾷν τὸν πρῶτον. εἰ δὴ μὴ τῷ ἐν ἐσχάτοις τετα 2.24 γμένῳ, ἀλλὰ καὶ τῷ πρώτῳ καὶ μάλιστα ἐξάρχοντι τοῦ βουλευτηρίου τοιαῦτα ἔδοξε καὶ ὑμῖν ἐπεψηφίσθη γε τοῖς πᾶσιν ὡς λυσιτελῆ, προσῆκε στέργειν καὶ αὐτὸν καὶ περαιτέρω πολυπραγμονεῖν μηδέν.» τῆς βασιλίδος δὲ ἐναγούσης μάλιστα καὶ ἐπισπωμένης πρὸς τοὺς λόγους, «οὐδὲ τὰ τοιαῦτα καίτοι γε ὀλίγα ὄντα ἑκὼν εἶναι ἐφθεγξάμην.» πρὸς δὴ τὰ τοιαῦτα εὐθὺς ὁ πατριάρχης αἰτίας ἀπολύων ἑαυτὸν, «ἀλλ' ἐγὼ» εἶπε «πρῶτος καὶ αὐτὸς μηδὲν εἶναι πρὸς τὰ ζητούμενα τὴν βουλὴν ὁμολογῶ. οὐ γὰρ Ἀλεξάνδρῳ περὶ εὐλόγων καὶ μὴ τοιούτων ἀποκρίσεων μελήσειν, ἀλλ' ὅπως ὃ προὔθετο ἐξαρχῆς, εἰς πέρας, εἰ δύναιτο, ἀγάγῃ. οὗ δὴ ἕνεκα καὶ αὐτὸς οὐ πρὸς λόγους, ἀλλὰ πρὸς ἐκεῖνο φημὶ βουλευτέον εἶναι.» τὰ ἴσα δὲ εὐθὺς καὶ τῶν λοιπῶν ἐπιψηφισαμένων πάντων, ἐπεὶ ὁ μέγας δομέστικος ἀνέστη, καὶ οἱ ἄλλοι συνανέστησαν καὶ ὁ σύλλογος διελύθη. ὁρῶν δὲ καὶ πρότερον ἐφιέμενον ὁ μέγας δομέστικος τὸν πατριάρχην τῆς ἀρχῆς τῶν πραγμάτων, καὶ μήτε βίᾳ βουλόμενος τὴν ἐπιχείρησιν ἐπέχειν, οὐ γὰρ ἠβούλετο ἀκουσίων ἄρχειν, ἀλλὰ πολὺ μάλιστα