202
αὐτὸν Γαΐου κρατήσαντος. Τότε καὶ Φίλιππος ̔Ηρώδου τούτου ων ἀδελφὸς τετελεύτηκεν, εἰκοστῷ ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, αρξας ἑπτὰ καὶ τριάκοντα ετη. ην δὲ τὸν τρόπον ἀπράγμων καὶ μέτριος τοῖς ἀρχομένοις, προόδους σὺν ὀλίγοις τῶν ἐπιλέκτων ποιούμενος· καὶ προϊόντι ει τις προσῄει δεόμενος βοηθείας, εὐθὺς αὐτῷ κατὰ τὸν τόπον τοῦ θρόνου τιθεμένου, ειποντο γὰρ οἱ τοῦτον φέροντες, καθήμενος ἠκροᾶτο καὶ ἐποινηλάτει τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδίκως αἰτιωμένους ἀπέλυε. τὴν δὲ ἀρχὴν ὁ Τιβέριος, παῖδες γὰρ Φιλίππῳ οὐκ ησαν, τῇ τῶν Σύρων ἐπαρχίᾳ προσέθετο. ̔Ηρώδης δὲ ὁ τετράρχης ἐπὶ ̔Ρώμην στελλόμενος κατέλυσεν ἐν ̔Ηρώδου τοῦ ἀδελφοῦ αὐτοῦ, ον ἡ τοῦ Σίμωνος τοῦ ἀρχιερέως θυγάτηρ τῷ βασιλεῖ ̔Ηρώδῃ ἐγείνατο. ἐρασθεὶς δὲ ̔Ηρωδιάδος τῆς τοῦ ἀδελφοῦ γυναικός, θυγατρὸς ̓Αριστοβούλου τοῦ ἀδελφοῦ αὐτῶν, ἀδελφῆς δὲ τοῦ μεγάλου ̓Αγρίππα, λόγους περὶ γάμων πρὸς αὐτὴν ἐποιήσατο. καὶ δεξαμένη συνέθετο μετοικίσασθαι πρὸς αὐτόν, εἰ τὴν ̓Αρέτα θυγατέρα ἐκβάλοι. καὶ ὁ μὲν ἐπὶ ̔Ρώμην επλει ἐπὶ τοιαύταις συνθήκαις· ὡς δ' ἐπανῆλθε, γνοῦσα ἡ γυνὴ αὐτοῦ, τοῦ δὲ ̓Αρέτα θυγάτηρ, τὰς πρὸς ̔Ηρωδιάδα συνθήκας, ῃτει πρὸς Μαχαιροῦντα πεμφθῆναι τὸ φρούριον· μεθόριον δὲ τοῦτο ην τῆς ̓Αρέτα καὶ τῆς 2.18 ̔Ηρώδου ἀρχῆς. καὶ ὁ ̔Ηρώδης ἐξέπεμψε, μὴ γινώσκων ο,τι ἐστὶν αὐτῇ τὸ βουλόμενον· ἡ δὲ ἐκεῖθεν πρὸς ̓Αραβίαν πρὸς τὸν πατέρα ἐξώρμησε, καὶ τὴν ̔Ηρώδου διηγεῖτο γνώμην περὶ αὐτήν. κἀκεῖνος εσχε τοῦτο εχθρας ὑπόθεσιν· καὶ μάχη μέσον ἀμφοῖν συγκεκρότητο διὰ στρατηγῶν, καὶ οἱ ̔Ηρώδου ἡττήθησαν καὶ απαν τὸ ἐκείνου στράτευμα πέπτωκε. ταῦτα διὰ γραφῆς ̔Ηρώδης μηνύει τῷ Τιβερίῳ· ὁ δὲ γράφει πρὸς Οὐιτέλλιον, πόλεμον πρὸς ̓Αρέταν ποιήσασθαι καὶ η ζωγρηθέντα δέσμιον ἀναπέμψαι εἰς ̔Ρώμην η ἀνῃρημένου στεῖλαι τὴν κεφαλήν. Τισὶ δὲ ὑπὸ θεοῦ τὴν ̔Ηρώδου στρατιὰν ὀλέσθαι ἐδόκει, δίκας τιννύντος διὰ τὸν φόνον τοῦ προφήτου καὶ βαπτιστοῦ ̓Ιωάννου. ταῦτα γὰρ καὶ περὶ τούτου κατὰ λέξιν ὁ ̓Ιώσηπος εγραψε. "κτείνει γὰρ τοῦτον ̔Ηρώδης ἀγαθὸν ανδρα καὶ τοὺς ̓Ιουδαίους κελεύοντα ἀρετὴν ἐπασκοῦντας καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρωμένους βαπτισμῷ συνιέναι· ουτω γὰρ καὶ τὴν βάπτισιν αὐτῷ φανεῖσθαι ἀποδεκτήν. δείσας δὲ ̔Ηρώδης τὸ ἐπὶ τοσοῦτον πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ στάσει φέροι τινί, πάντα γὰρ ἐοίκασι συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται, πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι, προλαβὼν ἀνελεῖν, τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τοῦ ̔Ηρώδου δέσμιος εἰς Μαχαιροῦντα πεμφθεὶς ταύτῃ κτίννυται, τοῖς δὲ ̓Ιουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ολεθρον τοῦ στρατοῦ γενέσθαι, τοῦ θεοῦ κακῶσαι ̔Ηρώδην θέλοντος." 2.19 Οὐιτέλλιος δὲ πρὸς ̓Αρέταν πολεμήσων ἠπείγετο. ὡρμημένῳ δὲ διὰ τῆς ̓Ιουδαίων διέρχεσθαι παρῃτοῦντο οἱ πρῶτοι αὐτῶν τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ πάτριον ειναι αὐτοῖς εἰκόνας φέρεσθαι διὰ τῆς χώρας αὐτῶν, πολλὰς δ' ἐπικεῖσθαι ταῖς σημαίαις εἰκόνας. πεισθεὶς ουν διὰ τοῦ μεγάλου πεδίου διεβίβαζε τὸ στρατόπεδον, αὐτὸς δὲ μετὰ ̔Ηρώδου εἰς ̔Ιεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ. καὶ τρεῖς ἐπιμείνας ἡμέρας ἐκεῖ, ̓Ιωνάθην μὲν τῆς ἀρχιερωσύνης μεθίστησι, τὸν δὲ ἀδελφὸν αὐτοῦ Θεόφιλον ἐγκαθίστησιν εἰς αὐτήν. τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ κομισθέντων περὶ τῆς Τιβερίου τελευτῆς, ωρκισε τὸ πλῆθος εὐνοεῖν τῷ Γαΐῳ, ἀνεκάλει δὲ καὶ τὸ στράτευμα. λέγεται δὲ καὶ τὸν ̓Αρέταν οἰωνοσκοπησάμενον φάναι ἀμήχανον ειναι τῷ στρατῷ πολεμῆσαι· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων η τὸν κελεύσαντα πολεμεῖν η τὸν κελευσθέντα η καθ' ου τὸ κέλευσμα γέγονε. Καὶ Οὐιτέλλιος μὲν εἰς ̓Αντιόχειαν ἀνεχώρησεν, ̓Αγρίππας δὲ ὁ ̓Αριστοβούλου υἱὸς ἐπὶ ̔Ρώμης ετυχενων τοῦ Τιβερίου θνήσκοντος. ουτος γὰρ πρὸ μικροῦ τῆς ̔Ηρώδου τοῦ μεγάλου τοῦ πάππου αὐτοῦ τελευτῆς ἐν τῇ ̔Ρώμῃ τρεφόμενος συνήθης ἐγένετο ∆ρούσῳ τῷ Τιβερίου υἱῷ, καὶ ̓Αντωνίᾳ τῇ ∆ρούσου τοῦ μεγάλου γυναικὶ γνωστὸς γέγονε, Βερνίκης τῆς αὐτοῦ μητρὸς τιμωμένης παρ' αὐτῆς.