202
θάλασσα. ἀπὸ τοῦ ̓Ερυθροῦ βασιλέως πεσόντος ἐκεῖ καὶ πνιγέντος, ου ἐν τῷ τάφῳ ἐπιγέγραπται· ἐνθάδε τάφος ἁλὸς παμμεδέοντος ̓Ερυθροῦ. η παρὰ τὸ τὰ παρακείμενα ορη ειναι ἐρυθρά. ̓Ερυσίβη. ἡ κονιορτώδης φθορὰ τοῦ σίτου, η τὸ ἐκ τοῦ ἀέρος καὶ τῆς πάχνης γινόμενον φθαρτικόν. ἀπὸ τοῦ ἐρύω, τὸ κωλύω, καὶ τοῦ βῶ, τὸ τρέφω. ̓Ερχία. δῆμος τῆς ̓Αττικῆς. ̓Ερωή. ὑποχώρησις η ὁρμή. ̓Ερώτησισ. ενδοξος πρότασις διαλεκτική. ἐρώτησις διαλεκτική. ἀποκρίσεως αιτησις, η τῆς προτάσεως, η θατέρου μορίου τῆς ἀντιφάσεως. ̓Ερίῳ στέψαντεσ. ἀντὶ τοῦ στέμμα παραθέντες. ̔Ερκτή. παρὰ τὸ ερκος. Εριδι. μάχῃ. ουτως ὁ ̓Απόστολος· μὴ εριδι καὶ ζήλῳ. τὸ ζήλοις περὶ βασκανίας λέγει. παρὰ τὸ ἐρῶ τὸ λέγω. η παρὰ τὸ ἐρίζω τὸ φιλονεικῶ. epsilon.868 (Οὐδέτερον.) ̓Εράνιον. ἐκ συνεισφορᾶς δῶρον. Εργον. ἡ παρασκευὴ τοῦ πολέμου. ενθα κεν οὐκέτι εργον ἀνὴρ ὀνόσαιτο- τὰ γεώργια. πολλὰ δ' ὑπ' αὐτοῦ εργα κατήριπε κάλ' αἰζηῶν. καὶ τὸ κυρίως εργον. ἀλλ' ἐς οικον ἰοῦσα τὰ σαυτῆς εργα κόμισον. Εργον εἰπεῖν. χαλεπὸν εἰπεῖν. ̓Εργωδέστερον. δυσκολώτερον, η δυσκαταληπτότερον. ̓Εργῶδεσ. μετὰ πόνου γινόμενον, δυσχερές. Ερεβοσ. τὸ σκότος. ̓Ερέθισμα. διέγερσις καὶ ἡ υβρις. μετὰ δὲ οὐ φέρων ετι τὸ ἐρέθισμα, ἀντήλασε τὸν ιππον. ̓Ερέσσιον. πόλις Βοιωτίας. ̓Ερέψιμον. ειδος πόας. σημαίνει δὲ καὶ τὸ ακαρπον φυτόν. ̓Ερεοῦν κλῶσμα. τὸ μαλλίον. ἐρεοῦν καὶ λινοῦν περισπᾶται. τὰ πληθυντικὰ τούτων συστέλλουσι, λινὰ καὶ ἐρέα. οἱ δὲ ̓Αττικοὶ τὰ epsilon.869 οὐδέτερα πληθυντικὰ ὁμοίως τοῖς ἑνικοῖς περισπῶσι. τὰ ἀργυρᾶ· τὰ πορφυρᾶ· τὰ χαλκᾶ· τὰ χρυσᾶ. ̓Ερειπίοισ. ἐν τοῖς πτώμασι τῶν νεκρῶν. ἐν δ' ἐρειπίοις νεκρῶν ἐῤῥιφθείς. ̓Ερεικτά. σχιστὰ, αλευρα η κεκομμένα οσπρια. η τὰ σχιζόμενα ξύλα. ̓Αριστοφάνης· ηψε κατ' ἐρεικτῶν χύτρας. Ερεισμα. στήριγμα. ερισμα δὲ ἡ ερις, ι. ̓Ερείπιον. τὸ ἡμίπτωτον οικημα. καὶ ἐρείπιος γῆ, ἡ χέρσος. Ερημον. τὸ ἀκίνητον καὶ νωθρόν. ̓Ερήματα. τὰ θρέμματα. καὶ ερημα ποιητικῶς. Εριον. τὸ μαλλίον. καὶ ειρος ὁ πόκος. οιον· ἰοδνεφὲς ειρος εχουσα. παρὰ τὸ εῤῥω, τὸ φθείρω, περὶ ο ταλαιπωροῦσιν αἱ ἐργαζόμεναι. η οτι εαρι κείρεται τὰ πρόβατα. epsilon.870 ̓Εριβρύχων. πολυήχων. ἐριβρύχων ὑδάτων. Ερκοσ. περίφραγμα, τείχισμα. ερκος περιθέντες. Ερμα. λίθος μέγιστος. ερμα τὲ εἰς τὴν πρύμναν ἐνθέντες τοῦ ἐξᾶραι εἰς υψος τὴν πρώραν πιεζομένης κατὰ πρύμναν τῆς νηός. ̔Ερμάδιον. τὸ τοῦ ̔Ερμοῦ. ̔Ερμωνιείμ. ορος μικρὸν ἐγγὺς τοῦ ̓Ιορδάνου, ἐν ῳ ̓Ηλίας ἀνελήφθη. ἑρμηνεύεται καὶ ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν ἀνοίγοντος φωτισμοῦ. Ερμαιον. ευρημα ἐπικερδές. Ερνοσ. ὁ κλάδος, τὸ ἐκ τῆς ερας νεόμενον καὶ αὐξούμενον. ̓Ερσήεντα. δροσώδη, νεαρά. καὶ ὁ ἐρσήεις ἐπὶ ἀρσενικοῦ. ̓Ερυθρόν. μέλαν, κόκκινον, πυῤῥόν. παρὰ τὸ ἐρύω, ἐρύσω, ἐρυτρὸν καὶ ἐρυθρόν. ἐρυθρὸν δὲ λέγεται τὸ ἐρύον καὶ κωλύον. η παρὰ τὸ ἐρεύθω τὸ βάπτω, ἐρευθὸν καὶ ἐρυθρόν. epsilon.871 ̓Ερύθημα. βάμμα κόκκινον η πυῤῥὸν η μέλαν, η ἡ ῥίζα ἡ λεγομένη ἐρυθροδάνη. λέγεται καὶ ἐρυθρόδανον. Ερυμα. φύλαγμα, ἀσφάλεια. ̓Ερυμνόν. ἰσχυρὸν, στερεόν. ̓Ερυμβόνα τὰ τιμιώτατα εἰς ἀσωτίαν ἀφειδεστάτην. ἀπὸ τοῦ ῥυμβονῶ ῥήματος. ̓Εῤῥωμενέστερον. ὑγιεινότερον, γενναιότερον. ( ̔Ρῆμα.) ̓Ερανίζειν. παρὰ τὸ συλλέγειν ερανον παρὰ τῶν φυλῶν. οὐχὶ ἐρανίζεσθαι. Αἰσχίνης· ἐρανίζειν στεφάνους κηρύγματα ψευδῆ φιλοτιμίαν κτᾶται. ̓Ερᾷ. ἐπιθυμεῖ. ̓Εράσθην. οὐκ ἀπὸ τοῦ ἐρῶ· ην γὰρ ἠράσθην, ὡς μακρᾶς ουσης τῆς παραληγούσης· ἀλλ' ἀπὸ τοῦ ἐρῶ γίνεται ἐράζω, τετάρτης συζυγίας τῶν βαρυτόνων. Ερδει. πράττει. ̓Ερεσχελεῖται. διαπαίζεται, χλευάζεται. ἐριστικῶς ἐρωτᾶται. ̓Ερεπτόμενοι. κυρίως τὸ ἐπὶ ἀλόγων ἐσθίειν. οιον· -κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. epsilon.872 παρὰ τὸ ἀπὸ τῆς ερας, ο ἐστι τῆς γῆς, εχειν τὴν τροφήν. ̓Ερέσσειν. κωπηλατεῖν. εστιν ἐλῶ, τὸ ἐλαύνω. γίνεται ἐλέσσω καὶ ἐρέσσω, καὶ τὸ ἀπαρέμφατον ἐρέσσειν. ̓Ερεύω. οἱ μὲν ἀπὸ τοῦ ἐρέσσω, ἐρεύω, ο σημαίνει τὸ ἐλαύνω. ἐρευνωμένης ἁλὸς εξω. ̓Ερέφω καὶ ερεψα. ἀντὶ τοῦ ἐκόσμησα καὶ ἐστεφάνωσα. τὸ θέμα ἐρέφω. οἱ μὲν, οτι πρωτότυπον· οἱ δὲ ἀπὸ τῆς ερας, ο ἐστι