202
τολμᾷς ὀρχεῖσθαι, καὶ ἅλλεσθαι, πόδας καὶ χεῖρας πρὸς τὸ ἀρέσκον τῷ διαβόλῳ κινεῖν; πῶς συναγελάζῃ καὶ συναλίζῃ τοῖς ὄντως Χριστιανοῖς; Ἔσω ὁ ἱερεὺς προσφέρει τὴν ἱκεσίαν τῷ Θεῷ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, καὶ ἔξω παίγνια ἐπιτελοῦνται. Οὕτως γὰρ ἔπαιζον καὶ οἱ Ἰσραηλῖται, καὶ ἐπῆλθεν αὐτοῖς ὄλεθρος. Μωσῆς γὰρ ἐν τῷ ὄρει τὴν ἱκεσίαν τῷ Θεῷ ὑπὲρ αὐτῶν προσέφερεν, καὶ ὁ λαὸς μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἀνέστησαν παίζειν· καὶ ἐπῆλθεν αὐτοῖς ὀργὴ, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτέσσαρες χιλιάδες.
ΣΤΟΙΧΕΙΟΝ Μ.
ΤΙΤΛ. Αʹ. -Περὶ μυστηρίων, καὶ τῶν ἐκφερόντων μυστήρια. «Ὁ ἀποκαλύπτων μυστήριον, πορεύεται δόλῳ.» «Ἀκήκοας λόγον,
συναποθανέτω σοι.» «Ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους, καὶ οὐ μὴ φείσεται περὶ κακώσεως καὶ δεσμῶν.» «Ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ οἶδας τί τέξεται. Μὴ παντὶ ἀνθρώπῳ ἔκφαινε καρδίαν σου.» Ὁ κατέχων τὸν λόγον ἐν ἀσφαλείᾳ πολλῇ, μετὰ πολλῆς βιώσεται τῆς ἡδονῆς. Ἤκουσας λόγον; φησίν· συναποθανέτω σοι. Σβέσον αὐτὸν, κατάχωσον. Μὴ συγχωρήσῃς ἐξελθεῖν, μηδὲ κινηθῆναι παράπαν. Ἀπόκτεινον τὸ λεχθέν· λήθῃ παράδος, ἵνα τοῖς οὐκ ἀκούσασιν ὅμοιος γένῃ. Οἱ λάλοι τὰ ὀφείλοντα ἡσυχάζεσθαι ῥηγνύντες, τρόπον τινὰ ὑπὸ γλωσσαλγίας προχέουσιν εἰς ὦτα ἀκοῆς οὐκ ἄξια.
ΤΙΤΛ. Βʹ. -Περὶ μισοπονηρίας, καὶ τῶν ἀπαρεσκόντων Θεῷ.
«Ἄτοπα οὐ βούλεται ἰδεῖν ὁ Κύριος· ἐναντίον αὐτοῦ οὐκ εἰσελεύσεται ὁ Κύριος.» «Οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσιν.» -»Ἐμίσησας πάντας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς.» - »Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.» -»Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.» - »Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.» «Βδέλυγμα Κυρίῳ χείλη ψευδῆ· βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος.» «Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Κυρίῳ. «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται.» -»Βδέλυγμα Κυρίῳ, διεστραμμέναι ὁδοί.» -»Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος.» «Ἐγώ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας.» «Ἐγενήθητέ μοι εἰς πλησμονήν· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσω ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» «Μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφανία.» Τὸ ἐν ἀνθρώποις ὑψηλὸν, βδέλυγμα ἐνώπιον Κυρίου.
ΤΙΤΛ. Γʹ. -Περὶ μετανοίας καὶ ἐξομολογήσεως.
«Εἶπεν Ἰούδας· ∆εδικαίωται Θάμαρ, οὗ ἕνεκεν 96.105 οὐ δέδωκα αὐτῇ Σηλὼμ τὸν υἱόν μου. Καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.» «Εἶπε Νάθαν πρὸς ∆αβίδ· Τάδε λέγει Κύριος, Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ, καὶ λήψομαι τὰς γυναῖκάς σου κατ' ὀφθαλμούς σου, καὶ δώσω τῷ πλησίον σου· ὅτι σὺ ἐποίησας κρύβδην. Καὶ εἶπεν ∆αβὶδ πρὸς Νάθαν· Ἡμάρτηκα τῷ Κυρίῳ. Καὶ εἶπε Νάθαν· Καὶ Κύριος παρεβίβασε τὴν ἁμαρτίαν σου.» «Ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου Κυρίου, καὶ ἐπορεύετο κλαίων, καὶ διέῤῥηξε τοὺς χιτῶνας αὐτοῦ, καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ, καὶ ἐνήστευσεν. Ἐν τῇ ἡμέρᾳ, ᾖ ἐπάταξε τὸν Ναβουθαὶ, εἶπεν Κύριος πρὸς Ἠλιοῦ· Οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις Ἀχαὰβ, διότι κατενύγη ἀπὸ προσώπου μου, ἀλλ' ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.» «Σὺ, Κύριε, κατὰ τὸ πλῆθος τῆς