202
ἀναγκαζόμενος σπουδαιότερόν τις οὕτως ἱκετεύει τὸν δοῦναι δυνάμενον. ιαʹ. "Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;" Ἔτι μοι ζῶντι, φησὶ, τὴν σὴν δεῖξον θαυματουργίαν· ἀπο θανὼν γὰρ ταύτην οὐκ ὄψομαι. Οὐ γάρ ἐστιν ἰατρὸς ἀπαλλάξαι θανάτου δυνάμενος· ποῖον γὰρ φάρμα κον ταύτην ἔχει τὴν δύναμιν; ιβʹ. "Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου, ἐν τῇ ἀπωλείᾳ;" [τουτ έστιν, οὐδεὶς διηγήσεται οὐδὲ ἐξομολογήσεται μετὰ τὴν ἐνθένδε ἐκδημίαν.] ιγʹ. "Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμά σιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;" Μὴ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς, καὶ ἐν τῷ τάφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς αἰσθέσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θαυμάτων θεατὰς καταστῆναι; ιδʹ. "Κἀγὼ πρὸς σὲ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε." [Ὁ δὲ 80.1573 Σύμμαχος οὕτως· Ἐμοῦ δὲ πρὸς σὲ, Κύριε, ἡ οἰ μωγὴ, καὶ κατ' ὄρθρον ἡ προσευχή μου προφθάσει σε.] Ἐπιθυμῶν γὰρ ἐν τῇ ζωῇ τῶν ἐπικειμένων ἀπαλλαγῆναι κακῶν, ὀδυνώμενος ποτνιῶμαι, καὶ φθάνω τῇ δεήσει τὸν ὄρθρον. ιεʹ. "Ἱνατί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;" Τί δήποτε τοίνυν ἀποπέμπεις με, ∆έσποτα· καὶ τῆς εὐμενείας οὐ μεταδίδως τῆς σῆς; ιʹ. "Πτωχός εἰμι ἐγὼ, καὶ ἐν κόποις ἐκ νεότη τός μου." Νεότης τοῦ μὲν Ἰσραὴλ, ἡ ἐξ Αἰγύπτου ἔξοδος· πάντων δὲ ἀνθρώπων ἡ μετὰ τὴν παράβα σιν τῆς ἐντολῆς ἔξω τοῦ παραδείσου ζωή. Καὶ οὗτοι δὲ κἀκεῖνοι πάντα τὸν ἐν μέσῳ χρόνον ταλαιπωρού μενοι διετέλεσαν. "Ὑψωθεὶς δὲ ἐταπεινώθην, καὶ ἐξηπορήθην." Οἵ τε γὰρ Ἰουδαῖοι μετὰ τὴν περιφάνειαν περιέπεσον τῇ δουλείᾳ· καὶ τῶν ἀνθρώ πων ἡ φύσις, κατ' εἰκόνα θείαν γεγενημένη, καὶ τῆς ἐν παραδείσῳ ζωῆς ἠξιωμένη, μειζόνων ἐπι θυμήσασα, καὶ τῶν δεδωρημένων ἐξέπεσεν. ιζʹ, ιηʹ. Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ." Πᾶσαν, φησὶν, ἐκίνησας κατ' ἐμοῦ τὴν ὀργὴν, καὶ ταῖς φοβερωτάταις με διετάραξας τιμωρίαις, καὶ ταύταις καθάπερ ὕδασιν ὑποβρύ χιόν με πεποίηκας. "Ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα." Ὑπὸ τούτων καθ' ἑκάστην περικλύζο μαι τὴν ἡμέραν. ιθʹ. "Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας." Τοσαύ ταις δὲ συμφοραῖς προσπαλαίων οὐδὲ τὴν ἀπὸ τῶν συνήθων ἔχω παραψυχὴν, ἔρημος τῆς τούτων συν ουσίας διὰ τῆς δουλείας ταλαιπωρίαν γενόμενος· ταῦτα δὲ οὐ μόνον Ἰουδαίοις ἥρμοττε λέγειν, οὐδὲ πᾶσιν ἀνθρώποις πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, ἀλλὰ καὶ νῦν τοῖς τὰ ὅμοια πάσχουσιν ἡ ἱκετεία προσφυὴς καὶ κατάλληλος· "Ὅσα γὰρ προεγράφη, κατὰ τὸν θεῖον Ἀπόστολον, εἰς τὴν ἡμετέραν διδα σκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν."
ΕΡΜΗΝ. ΤΟΥ ΠΗʹ ΨΑΛΜΟΥ. αʹ. "Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ," Ὁ μακάριος ∆αβὶδ σηκοῖς τετιμημένους
ὁρῶν τοὺς 80.1576 ψευδωνύμους θεοὺς, μόνην δὴ τοῦ Θεοῦ τὴν κι βωτὸν ἀγέραστον διαμένουσαν, ὑπέσχετο τὸν θεῖον οἰκοδομήσειν νεών. Ταύτην αὐτοῦ τὴν γνώμην ἀποδεξάμενος ὁ Θεὸς, τὴν καλὴν ἐπαγγελίαν ἀμεί βεται, καὶ ὑπισχνεῖται ἐκ τῆς ὀσφύος αὐτοῦ λογι κὸν ἑαυτῷ κατασκευάσαι νεὼν, καὶ διὰ τούτου τὴν ἁπάντων ἀνθρώπων πραγματεύεσθαι σωτη ρίαν, καὶ ἀτελεύτητον αὐτῷ παρέξειν τὴν βασι λείαν. Ταύτας δὲ τὰς ὑποσχέσεις διὰ τοῦ προφήτου Νάθαν πρὸς αὐτὸν ἐποιήσατο· καὶ τοῦτο σαφῶς ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει." Καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Βασιλειῶν Νάθαν πρὸς αὐτὸν ἔφη, "Καὶ ἀπαγγελεῖ σοι, Κύριος, ὅτι οἶκον οἰκοδομήσει ἑαυτῷ." Μέμνηται δὲ τούτων καὶ ἡ τῶν πράξεων ἱστορία. Ὁ γὰρ μακάριος Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, πρὸς ἄλλοις πολλοῖς καὶ ταῦτα διεξ ελήλυθεν· "Προφήτης οὖν ὑπάρχων ὁ ∆αβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ