202
ἔχε ἐπὶ νοῦ τῶν μακαρίων γυναικῶν τὰ ἆθλα, τῶν παρθένων τὰ σκάμματα, τὰς ὑπομονάς, τὰ πειρατήρια· ἀναθεώρει τὰ οὐράνια, τὰς ἡτοιμασμένας ἀναπαύσεις τῶν ἁγίων, τὸ φῶς τὸ ἄδυτον, τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν ζωὴν τὴν ἀκήρατον, εἶτα ἀπεναντίας τὰς τιμωρίας τῶν ἁμαρτωλῶν, τὸ σκότος τὸ ἐξώτερον, τὸ τῆς γεέννης πῦρ, τὸν ἰοβόλον σκώληκα, τὰ δεσμὰ τὰ ἄλυτα, τὸ χάος, τὸν τάρταρον. ταῦτα δὴ ἐνθυμουμένη κούφιζε τὰς ὀλιγωρίας, στερεοῦ τῇ ὑπομονῇ, δίωκε τὰ πάθη, φωτίζου τὴν ψυχήν, ἑτοιμάζου πρὸς περισσοτέραν ἄθλησιν· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ἐὰν οὕτω διαμένουσα διαμείνοις, θεραπεύσεις θεόν, εὐφρανεῖς ἀγγέλους, αἰσχυνεῖς δαίμονας, μέγιστον κλέος καὶ ὄνομα ἄσβεστον καὶ ἐν τῷ νῦν αἰῶνι ἑαυτῇ περιποιουμένη. Εὔχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν. 317 {1Βασιλείῳ ἡγουμένῳ}1 Πάντα καταμαθών, ἅπερ διὰ Κύριον ὑπέστη σου ἡ ὁσιότης σὺν τῷ ἱερῷ ὑπηκόῳ, ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεὸν λίαν, ὅτιπερ ἀνέτειλας καὶ αὐτὸς φωστὴρ ἐν τῷ κόσμῳ σὺν ἄλλοις λαμπτῆρσιν ἐν τῇ νυνὶ νυκτομαχίᾳ τῆς αἱρέσεως, σκεῦος ἐκλογῆς, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. ὡς θαυμαστὴ ἡ δυὰς ὑμῶν, ὡς ἐραστὴ τῷ Χριστῷ, πληγὰς δι' αὐτὸν ὑπομείνασα, ἀπαγωγάς, φυλακάς, καὶ ταῦτα ἕως τοῦ παρόντος. ἀλλὰ τί ὅτι πρὸ τῆς πείρας ἧκες πρός με τὸν ταπεινόν, καθὰ ἐδίδαξας, μὴ ἐπιτυχών μου τοῦ συνοψισμοῦ; καὶ εἰκότως· ἐπειδὴ γὰρ ὡς ὑπελάμβανες οὐκ ἦν (οἰκτρὸς γὰρ ἐγὼ καὶ σκοτεινός· τί ἵνα καὶ ἐβλάβης;), πλὴν ὅτι συνῆψας ἡμῖν ἑαυτὸν νυνὶ διὰ τοῦ γράμματος. καὶ ὁρῶμεν ἀλλήλους ἤδη τῷ πνεύματι καὶ εἰς ταὐτὸν συνήλθομεν ἐν πνεύματι, μία ψυχὴ ἐν Κυρίῳ γεγονότες, ἐγὼ ὁ ταπεινὸς ἐν ὑμῖν τοῖς ἁγίοις καὶ ὑμεῖς ἐν ἐμοί, ὅτιπερ Χριστὸς ἐν μέσῳ ἀμφοτέρων κατὰ τὴν ἀψευδῆ ἐπαγγελίαν. Τί λοιπὸν ἔτι; ἵνα, καθὰ ἐνηρξάμεθα ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις, τελειώσωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, μηδὲν ὑποπτήσσοντες, μὴ πληγὰς αὖθις, μὴ δεσμά, μὴ στρεβλωτῆρας, μὴ πῦρ, μὴ ξίφος, μὴ ὕδωρ μηδὲ μάχαιραν. οὕτω ὑποτίθεται ἡμῖν ὁ λόγος, οὕτως βοᾷ ὁ ἀπόστολος, οὕτως ἡ τελείωσις τῶν μαρτύρων· οὐκ ἐσμὲν ἀγενέστεροι αὐτῶν, κἂν ἐγὼ τάλας, ἐκ θεοῦ καὶ αὐτοὶ ἐγεννήθημεν, τὴν αὐτὴν μητέρα τῆς υἱοθεσίας κεκτήμεθα. ἐκεῖνοι ἠθλοφόρησαν καὶ ἡμεῖς ἀσχημονήσομεν; γυναῖκες καὶ κόραι ἐστέφθησαν καὶ ἡμεῖς φιλοσαρκήσομεν; γέροντες καὶ νήπια νενικήκασι τυράννους καὶ βασιλεύοντας καὶ ἡμεῖς ἰλιγγιάσομεν; οὐδαμῶς. δῶμεν τὰς σάρκας τοῖς σαρκοφίλοις, ἡ ψυχὴ ἄληπτος· μὴ φοβηθῶμεν τοὺς σωματοκτόνους, ἀλλὰ τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. τανῦν ἀγαλλίασις, θυμηδία· εἴπερ γὰρ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα. θρηνείτω ὁ διάβολος καὶ οἱ αὐτοῦ ὑπηρέται· τοῦτο γὰρ πάσχουσιν ἐν τῇ ἀκαταπλήκτῳ ἐνστάσει τῶν μαρτυρούντων. φῆς μὴ ἰδέσθαι πώποτε βασιλέα μηδὲ ἄρχουσι παριστάναι, κἀντεῦθέν πως δεδιᾶν· μηδαμῶς, ὦ πάτερ, καταφρόνησον ἀμφοτέρων, ὁ Χριστὸν ἔχων ἐνδεδυμένον. ἐκεῖνός σε πτηξάτω ὥσπερ καὶ δαίμονες· ἄνοιξον σὸν στόμα παρὼν πρὸς αὐτόν· δοθήσεται γάρ σοι λόγος, Χριστὸς ἐπηγγείλατο. ἔλεγξον αὐτόν, εἰ ματαιολογεῖ· οὐ τὸν Ἀχαὰβ ἤλεγξεν Ἠλίας, οὐ τὸν Ἡρώδην Ἰωάννης, οὐκ ἄλλοι τοὺς ἄλλους, ἵνα μὴκατονοματίζων μακρολογῶ; ὁ τότε θεός, καὶ νῦν· ὡς ἠγάπησεν ἐκείνους, καὶ ἡμᾶς. μαθητιῶν ἦς τοῖς ἀποστόλοις, μάρτυσι, προφήταις, πατράσιν, ὁσίοις. ὁ καρπὸς τῷ δένδρῳ ἐξομοιούσθω, καὶ εἰ μὴ οὕτω περιπατήσομεν, σκαιοὶ καὶ οὐχὶ μαθηταί, οὐδὲ υἱοί, οὐδὲ καρποί, ἀλλὰ τῆς ἀντικειμένης μερίδος, τῶν φιλοκόσμων δὴ λέγω καὶ δουλοσάρκων· ὧν τὴν μίμησιν φύγοιμεν, ἐπιτύχοιμεν δὲ θεοῦ, τελειοφρόνως ἀγωνιζόμενοι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν τῷ εἰρηκότι, θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. 318 {1Ἰωάννῃ ἡγουμένῳ}1 Αὐτὸς εἰ οὐκ ἐπιστέλλεις, οἶδ' ὅτι οὐκ ὀκνίᾳ, ἀλλ' ἀπορίᾳ τόπου καὶ τρόπου γραφῖδος· ἐγὼ δὲ εἰ ἀπόσχομαι, ὁσάκις ἂν καὶ τύχοιμι γραμματηφόρου, ἐπιστέλλειν τῇ ὁσιότητί σου, δικαίως ἂν ἐγκληθείην παρ' αὐτῆς,