1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

202

σὺν καὶ πολλοῖς Σύροις Μονοφυσίταις αἱρετικοῖς, ὧν οἱ πλείους εἰς τὴν Θρᾴκην οἰκοῦντες μέχρι τοῦ νῦν καὶ ἐν τῷ τρισαγίῳ τὴν τριάδα σταυροῦντες κατὰ Πέτρον τὸν Κναφέα διήρκεσαν. ἀπὸ δεκάτης δὲ τοῦ Αὐγούστου μηνὸς ἕως πεντεκαιδεκάτης σκότος ἐγένετο ὁμιχλῶδες. τότε Μαρουὰμ ἐκνικήσας καὶ ἀπολαβὼν Ἔμεσαν ἀναιρεῖ πάντας τοὺς συγγενεῖς καὶ ἀπελευθέρους Ἰσάμ, καθαιρεῖ δὲ καὶ τὰ τείχη Ἡλιουπόλεως καὶ ∆αμασκοῦ καὶ Ἱεροσολύμων, ἀναιρῶν πολλοὺς δυνατοὺς καὶ ἀκρωτηριάσας τοὺς ἐν αὐταῖς ταῖς πόλεσι περιλειφθέντας. ʹ. γʹ. ιγʹ. ιζʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐγένετο σεισμὸς μέγας ἐν Παλαιστίνῃ καὶ τῷ Ἰορδάνῃ καὶ πάσῃ τῇ Συρίᾳ μηνὶ Ἰαννουαρίῳ ιηʹ, ὥρᾳ δʹ, καὶ πολλαὶ μυριάδες καὶ ἀναρίθμητοι τεθνήκασιν, ἐκκλησίαι τε καὶ μοναστήρια πεπτώκασιν, καὶ μάλιστα κατὰ τὴν ἔρημον τῆς ἁγίας πόλεως. Τῷ δ' αὐτῷ ἔτει λοιμώδης θάνατος ἀπὸ Σικελίας καὶ Καλαβρίας ἀρξάμενος οἷόν τι πῦρ ἐπινεμόμενον ἐπὶ τὴν Μονοβασίαν καὶ Ἑλλάδα 423 καὶ τὰς παρακειμένας νήσους ἦλθε δι' ὅλης τῆς ιδʹ ἰνδικτιῶνος προμαστίζων τὸν ἀσεβῆ Κωνσταντῖνον καὶ ἀναστέλλων τῆς κατὰ τῶν ἁγίων ἐκκλησιῶν καὶ τῶν σεπτῶν εἰκόνων μανίας, εἰ καὶ ἀδιόρθωτος ἔμεινεν, ὡς Φαραὼ τὸ πάλαι. ἡ δὲ αὐτὴ λοιμικὴ νόσος τοῦ βουβῶνος ἀνέδραμε τῇ εʹ ἐπινεμήσει ἐν τῇ βασιλίδι πόλει. ἤρξατο δὲ αἴφνης ἀοράτως γίνεσθαι ἔν τε τοῖς τῶν ἀνθρώπων ἱματίοις καὶ εἰς τὰ τῶν ἐκκλησιῶν ἱερὰ ἐνδύματα καὶ εἰς τὰ βῆλα σταυρία ἐλαιώδη πλεῖστα. ἐγένετο οὖν ἐντεῦθεν τοῖς ἀνθρώποις λύπη καὶ ἀθυμία πολλὴ τῇ τοῦ τοιούτου σημείου ἀπορία· κατέλαβε δὲ καὶ θεομηνία ἀφειδῶς ὀλοθρεύουσα οὐ μόνον τοὺς ἐν τῇ πόλει, ἀλλὰ καὶ τοὺς ἐν πάσῃ τῇ περιχώρῳ αὐτῆς. ἐγένοντο δὲ καὶ φαντασίαι εἰς πολλοὺς τῶν ἀνθρώπων, καὶ ἐν ἐκστάσει γενόμενοι ἐνόμιζον ξένοις τισίν, ὡς ἐδόκουν, καὶ βριαροῖς προσώποις συνοδεύειν, καὶ τοὺς ἀπαντῶντας αὐτοῖς ὡς δῆθεν φίλους προσαγορεύοντας καὶ διαλεγομένους. σημειούμενοι δὲ τὰ παρ' αὐτῶν λαλούμενα ἔσχατον ἐξηγοῦντο. ἑώρων δὲ τοὺς αὐτοὺς καὶ εἰς οἴκους εἰσερχομένους, καὶ τοὺς μὲν τοῦ οἴκου ἀναιροῦντας, τοὺς δὲ ξίφει τιτρώσκοντας. συνέβαινε δὲ τὰ πλεῖστα τῶν παρ' αὐτοῖς λεγομένων γίνεσθαι οὕτως, καθὼς εἶδον. τῷ δὲ ἐαρινῷ καιρῷ τῆς αʹ ἰνδικτιῶνος ἐπέτεινε μειζόνως, καὶ τῷ θερινῷ ἐξεκαύθη εἰς ἅπαξ, ὥστε καὶ ὁλοκλήρους οἴκους κλεισθῆναι παντελῶς, καὶ μὴ εἶναι τοὺς ὀφείλοντας θάπτειν τοὺς νεκρούς. ἐκ πολλῆς οὖν περιστάσεως ἐπενοήθη διὰ ζώων σαγματουμένων ὑποτετρακανθήλους σανίδας ἐπιτίθειν, καὶ οὕτως ἐκφέρειν τοὺς νεκρούς, ὁμοίως δὲ καὶ εἰς ἁμάξας ἐπάνω ἀλλήλων τούτους ἐπιτίθειν. ἐν δὲ τῷ πληρωθῆναι πάντα τά τε ἐνάστεια καὶ προάστεια μνήματα, ἔτι μὴν καὶ κιστέρνας ἀνύδρους καὶ λάκκους, καὶ πλείστους ἀμπελῶνας διασκαφῆναι, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἔνδον τῶν παλαιῶν τειχῶν κήπους εἰς τὴν τοιαύτην προχωρῆσαι τῶν ἀνθρωπίνων σωμάτων ταφήν, καὶ οὕτω μόλις ὑπαντῆσαι εἰς τὴν τοιαύτην 424 χρείαν. παντὸς δὲ οἴκου ἐκ τῆς τοιαύτης συμφορᾶς διαφθαρέντος διὰ τὴν ἀσεβῶς γενομένην εἰς τὰς ἱερὰς εἰκόνας ὑπὸ τῶν κρατούντων κατένεξιν, αὐτίκα ὁ τῶν Ἀγαρηνῶν στόλος κατέλαβεν ἀπὸ Ἀλεξανδρείας ἐν Κύπρῳ, ἔνθα ἦν καὶ ὁ Ῥωμαϊκὸς στόλος. ὁ δὲ στρατηγὸς τῶν Κιβυραιωτῶν ἐπιπεσὼν αὐτοῖς αἴφνης ἐν τῷ λιμένι τῶν Κεραμαία καὶ κρατήσας τὸ στόμιον τοῦ λιμένος, χιλίων δρομώνων ὄντων τρεῖς μόνους ἐξειλῆσαί φασιν. ζʹ. δʹ. ιδʹ. ιηʹ. δʹ. Τούτῳ τῷ ἔτει κτείνεται Γρηγόριος ὑπὸ τῶν Ἀρουριτῶν, καὶ ἐξενίκησε Μαρουάμ, ὁ τῶν Ἀράβων ἀρχηγός, ὡς προέφην. ηʹ. εʹ. ιεʹ. ιθʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐκινήθησαν ἐκ τῶν ἀνατολικωτέρων μερῶν τῆς Περσίδος λαοὶ οἱ λεγόμενοι Χωροσανῖται Μαυροφόροι κατὰ τοῦ Μαρουὰμ καὶ πάσης τῆς συγγενείας τῶν προαρξάντων ἀπὸ Μουάμεδ τοῦ ψευδοπροφήτου ἕως τοῦ αὐτοῦ Μαρουάμ, τοῦτ' ἔστι κατὰ τὸ λεγόμενον τέκνον τοῦ Οὐμαΐα. τούτων γὰρ μετὰ τὴν ἀναίρεσιν τοῦ Οὐαλὶδ ἀλλήλους πολεμούντων καὶ ἀπασχολουμένων, οἱ λεγόμενοι υἱοὶ τοῦ Ἐχὶμ καὶ τοῦ Ἀλίμ, συγγενεῖς μὲν καὶ αὐτοὶ τοῦ ψευδοπροφήτου