203
πρίν τινας αὐτῶν ὅλως λαβέσθαι, φθάσαντες ἐπὶ τὸ βάθρον ἀνέδραμον εἶναι Χρι στιανοὶ λέγοντες, ὥστε τὸν ἡγεμόνα καὶ τοὺς συνέδρους ἐν φόβῳ γενέσθαι, καὶ τοὺς μὲν κρινομένους εὐθαρσεστάτους ἐφ' οἷς πείσονται φαίνεσθαι, 452 τοὺς δὲ δικάζοντας ἀποδειλιᾶν. καὶ οὗτοι μὲν ἐκ δικαστηρίων ἐνεπόμ πευσαν καὶ ἠγαλλιάσαντο τῇ μαρτυρίᾳ, θριαμβεύοντος αὐτοὺς ἐνδόξως τοῦ θεοῦ. Ἄλλοι δὲ πλεῖστοι κατὰ χώρας καὶ κώμας ὑπὸ τῶν ἐθνῶν διεσπάσθη σαν, ὧν ἑνὸς παραδείγματος ἕνεκεν ἐπιμνησθήσομαι. Ἰσχυρίων ἐπετρό πευέ τινι τῶν ἀρχόντων. τοῦτον ὁ μισθοδότης ἐκέλευσε θῦσαι, μὴ πει θόμενον δὲ ὕβριζε, ἐμμένοντα προὐπηλάκιζε, βακτηρίαν μεγάλην λαβὼν διὰ τῶν ἐντέρων καὶ τῶν σπλάγχνων διώσας ἀπέκτεινε. τί δεῖ λέγειν τὸ πλῆθος τῶν ἐν ἐρημίαις καὶ ὄρεσι πλανηθέντων ὑπὸ λιμοῦ καὶ δίψης καὶ κρύους καὶ λῃστῶν καὶ νόσων καὶ θηρίων διεφθαρμένων, ὧν οἱ περιγενό μενοι τῆς ἐκείνων εἰσὶν ἐκλογῆς καὶ νίκης μάρτυρες; ἓν δὲ καὶ τούτων εἰς δήλωσιν ἔργον παραθήσομαι. Χαιρήμων ἦν ὑπέργηρως τῆς Νείλου καλουμένης πόλεως ἐπίσκοπος. οὗτος εἰς τὸ Ἀράβιον ὄρος ἅμα τῇ συμβίῳ αὐτοῦ φυγὼν οὐκ ἐπανελήλυθεν, οὐδὲ ἠδυνήθησαν ἰδεῖν οὐκέτι, καίπερ πολλὰ διερευνησάμενοι, οἱ ἀδελφοὶ οὔτε αὐτοὺς οὔτε τὰ σώματα αὐτῶν. πολλοὶ δὲ οἱ κατ' αὐτὸ τὸ Ἀραβικὸν ὄρος ἐξανδραποδισθέντες ὑπὸ βαρ βάρων Σαρακηνῶν οἱ μὲν μόλις ἐπὶ πλείστοις χρήμασιν ἐλυτρώθησαν, οἱ δὲ μέχρι καὶ νῦν οὐδέπω. ταῦτα διεξῆλθον οὐ μάτην, ἀδελφέ, ἀλλ' ἵνα εἰδῇς ὅσα καὶ ἡλίκα δεινὰ παρ' ἡμῖν συνέβη, ὧν οἱ μᾶλλον πεπειραμένοι πλεῖον ἂν εἰδεῖεν. Καὶ μετὰ βραχύ· αὐτοὶ τοίνυν οἱ θεῖοι μάρτυρες παρ' ἡμῖν, οἱ νῦν τοῦ Χριστοῦ πάρεδροι καὶ τῆς βασιλείας αὐτοῦ κοινωνοὶ καὶ μέτοχοι τῆς κρί σεως αὐτοῦ καὶ συνδικάζοντες αὐτῷ, τῶν παραπεπτωκότων ἀδελφῶν τι νας ὑπευθύνους τοῖς τῶν θυσιῶν ἐγκλήμασι γενομένους προσελάβοντο, καὶ τὴν ἐπιστροφὴν καὶ μετάνοιαν αὐτῶν ἰδόντες δεκτήν τε γενέσθαι δυ ναμένην τῷ μὴ βουλομένῳ καθόλου τὸν θανατὸν τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν δοκιμάσαντες προσεδέξαντο καὶ συνήγαγον καὶ προσευχῶν αὐτοῖς ἐκοινώνησαν καὶ ἑστιάσεως. τί οὖν ἡμῖν, ἀδελφοί, περὶ τούτων συμβουλεύετε; τί ἡμῖν πρακτέον; σύμψυχοι καὶ ὁμογνώμονες αὐτοῖς καταστῶμεν καὶ τὴν κρίσιν αὐτῶν τῇ χάριτι φυλάξωμεν καὶ τοῖς ἐλεηθεῖ 453 σιν ὑπ' αὐτῶν χρηστευσώμεθα ἢ τὴν κρίσιν αὐτῶν ἄδικον ποιησώμεθα καὶ δοκιμαστὰς αὐτοὺς τῆς ἐκείνων γνώμης ἐπιστήσωμεν καὶ τὴν χρηστότητα λυπήσωμεν καὶ τὴν τάξιν ἀνασκευάσωμεν; σαφῶς διὰ τούτων ἐλέγχει τὴν Ναυάτου μισανθρωπίαν ὁ ἱερὸς ∆ιονύσιος. Ὃς Ναυᾶτος πρεσβύτερος τῆς Ῥωμαίων ἐκκλησίας ὤν, κατὰ τούτους δὲ τοὺς χρόνους τῆς ἐπισκοπῆς ἀναξίως ὀρεγόμενος καὶ ἀποτυχὼν ἐν ἄλλοις τε ἀτοπήμασι κατεγνωσμένος, μάλιστα φιλαργυρίᾳ καὶ οἰήσει καὶ φιλαυτίᾳ, προφάσει δῆθεν τῶν ἐπιθυσάντων ἐν τῷ κατὰ ∆έκιον διωγμῷ καὶ διὰ μετανοίας παραδεχθέντων εἰς κοινωνίαν τῇ ἐκκλησίᾳ, ταύτης ἀπέσχισεν, ἀρχηγὸς καὶ αἱρεσιάρχης τῶν ἑαυτοὺς Καθαροὺς ὀνομαζόντων δι' ὑπερήφανον γνώμην ὀφθεὶς καὶ σὺν αὐτοῖς ἐξωσθεὶς τοῦ παραδείσου τῆς ἐκκλησίας ψήφῳ πατέρων ἁγίων ξʹ συνελθόντων ἐν Ῥώμῃ Περὶ τῆς κατὰ Ναυάτου συνόδου γενομένης ὑπὸ Κορνηλίου ἐν Ῥώμῃ συνοδικῶς ὅτι μετὰ πλείστων πρεσβυτέρων τε καὶ διακόνων καὶ τοῦτον ἐκκηρυξάντων σὺν τοῖς ὁμόφροσιν ἀπανθρώποις, τοὺς δὲ παραπεπτωκότας ἀδελφοὺς διὰ μετανοίας δεξαμένων. τῆς δὲ τοιαύτης συνόδου Κορνήλιος ἐπίσκοπος Ῥώμης ἐξῆρχεν, ὃς καὶ γράφει πρὸς Φάβιον ἐπίσκοπον Ἀντιοχείας τὰ παραστάντα τῇ συνόδῳ καὶ πάλιν ἰδίως περὶ τῆς Ναυάτου κακοπραγίας λέγων· Ἵνα δὲ γνῷς ὅτι πρόπαλαι ὀρεγόμενος τῆς ἐπισκοπῆς ὁ θαυμάσιος καὶ κρύπτων ἐν ἑαυτῷ τὴν προπετῆ ταύτην ἐπιθυμίαν ἐλάνθανεν, ἐπικαλύμματι τῆς αὐτοῦ ἀπονοίας τῷ κατ' ἀρχὰς σὺν αὐτῷ τοὺς ὁμολογοῦντας ἐσχηκέναι χρώμενος, εἰπεῖν βούλομαι. Μάξιμος πρεσβύτερος τῶν παρ' ἡμῖν καὶ