203
βουλομένων καὶ χάριν εἰδότων τῆς ἀρχῆς, ἄλλως τε καὶ δεδοικὼς, μὴ καὶ πρόφασις ἐκ τούτου στάσεως ἀναφυῇ καὶ πολέμου ἐμφυλίου, ἐξ ὧν ὡς εἰκὸς διαφθαρησομένην συνεώρα τὴν Ῥωμαίων ἡγεμονίαν, καὶ παντὸς οἰόμενος θανάτου ἐπαχθέστερον τὴν αἰτίαν τῶν δεινῶν παρασχεῖν αὐτός· διὸ οὐδὲ βασιλέως ἔτι 2.25 περιόντος, καίτοι πολλὰ πολλάκις παρακεκληκότος, ἠθέλησε γενέσθαι βασιλεὺς, ἐσκέπτετο μὲν καὶ πρότερον τὴν ἡγεμονίαν ἀποθέσθαι καὶ ἀπραγμοσύνῃ τὸν ἐπίλοιπον βίον ζῇν, ὅπερ ἔφην, τοῦ φθορᾶς αὐτὸς αἴτιος Ῥωμαίοις καταστῆναι πᾶν ὁτιοῦν ἀνεκτότερον νομίζων. ὡς δὲ καὶ κατὰ τὸν σύλλογον αὐθαδῶς καὶ θρασέως τοῦ Χούμνου πρὸς αὐτὸν διειλεγμένου, μάλιστα γὰρ πρὸς αὐτὸν τὸν λόγον ἀποτείνεσθαι ᾠήθη, πάντων τῶν τότε Ῥωμαίων καὶ νομιζόμενον καὶ ὄντα πρῶτον, οὐδεὶς ἐπετίμησεν, οὐδὲ ἐμέμψατο τῆς ἀκαίρου παῤῥησίας, ὥσπερ ἀρχὴν νομίσας στάσεως ἐμφυλίου τὸ τοιοῦτον, θᾶττον ἢ ἐβούλετο ὥρμητο ἀπαγορεύειν τὴν ἀρχήν. γʹ. Μετὰ γοῦν τὸν σύλλογον εἰς τὴν ὑστεραίαν ἐπεὶ καὶ αὐτὸς καὶ πατριάρχης παρῆσαν ἐν βασιλείοις, πρὸς βασιλίδα ἐχρῆτο μηνυτῇ καὶ τοιαῦτα αὐτῇ ἐδήλου δι' αὐτοῦ, ὡς, εἴπερ ἦν αἵρεσις αὐτῷ προτεθῆναι ἐκ θεοῦ, αὐτὸς δ' ἂν εἴη τῶν λεγομένων μάρτυς, ὡς ἀληθῆ, βασιλέα μὲν ἐν ζῶσιν εἶναι, αὐτὸν δ' ἐκείνου τὸν θάνατον ἀνθελέσθαι, ἁπάσαις ψήφοις καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ προείλετο ἂν αὐτὸς ἀποθανεῖν ὑπὲρ τοῦ ἐκεῖνον ζῇν. ἐπεὶ δὲ τῷ μέτρα καὶ ζωῆς καὶ τελευτῆς ἑκάστῳ ταλαντεύοντι τοῦτον ἔδοξε τὸν τρόπον, ἐκείνῳ μὲν ὁμολογεῖν προσῆκον χάριτας τῆς περὶ ἡμᾶς σοφῆς οἰκονομίας, αὐτοὺς δὲ ἕκαστον ὅ,τι ἂν εἴη αὐτῷ τε προσῆκον καὶ λυσιτελὲς σκοπεῖν. ὃ δὴ κἀμοὶ σκεψαμένῳ περὶ ἐμαυτοῦ, 2.26 ἔδοξε δεῖν τῶν μὲν πραγμάτων ἀποσχέσθαι· συνεῖναι δὲ τὸν ἐπίλοιπον ἀπραγμοσύνῃ βίον, ὅπως ἂν δύνωμαι, διάγοντα κατ' ἐμαυτόν. οὕτω δὴ δόξαν, ἤδη καὶ σοὶ κατάδηλον ποιῶ.» τοῦ πατριάρχου δὲ πυνθανομένου τὴν αἰτίαν, δι' ἣν αὐτῷ τοιαῦτα πρὸς τὴν βασιλίδα παρέστη λέγειν, καὶ πρότερον μὲν ἔφασκε τοὺς τοιούτους στρέφειν λογισμοὺς καὶ ἀναγκαῖον οἴεσθαι ἀφίστασθαι τῶν πραγμάτων. ὃ δέ με τάχιον ἀνέπεισε τὴν βουλὴν ἀνακαλύπτειν, οὐδὲν ἕτερον εἶναι, ἢ ὅτι τῇ προτεραίᾳ κατὰ τὸν σύλλογον ἀκαίρως τοῦ Χούμνου καὶ ἀνοήτως παῤῥησιασαμένου καὶ ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, σιγάτω ὁ πρῶτος φαμένου, οὔθ' ἡ βασιλὶς οὔτ' αὐτὸς ἠγανακτήσατε πρὸς τὴν ἀναισχυντίαν, οὐδὲ δίκην ἔδωκε τῆς ἀνοήτου γλωσσαλγίας, ἀλλ' ἐφησυχάσατε τοῖς λεγομένοις, ὥσπερ εἰρημένου μηδενὸς καινοῦ.» ὁ πατριάρχης δὲ «εἰ μὲν καί τις ἄλλη πρὸς τοὺς τοιούτους» ἔλεγε «λόγους ἤγαγεν αἰτία, αὐτὸς ἂν εἰδείης. εἰ δ' αὐτοῦ τούτου ἕνεκα μόνου παροξυνθεὶς, ὀργῇ φερόμενος πρὸς ἐμέ τε καὶ τὴν βασιλίδα, ἀφίστασθαι τῆς διοικήσεως ἔγνως τῶν κοινῶν, οὔτε δίκαια ποιεῖς, οὔτε προσήκοντα σαυτῷ. ἐγώ τε γὰρ ἰσχυρίζομαι τουτωνὶ τῶν λόγων μὴ ἀκηκοέναι παντελῶς· καὶ δίκαιος εἶναι ἀξιῶ πιστεύεσθαι παρὰ σοί· οἴομαι δὲ καὶ τὴν βασιλίδα τὰ ἴσα ἐμοὶ ἐρεῖν. οὐδὲ γὰρ ἂν ἤνεγκε σιγῇ, εἰ ἀκοῦσαί τε συνέβαινε τῶν λόγων καὶ πρὸς σὲ εἰρῆσθαι οἰηθῆναι. διό σου καὶ δέο 2.27 μαι τῶν πρὸς τὴν βασιλίδα λόγων ἀποσχέσθαι, οὐ φαύλην τινὰ ἐσομένων ἐπιθήκην τῶν κακῶν. ὁ δ' οὐκ ἀνίη, ἀλλ' ἐκέλευεν ἀπαγγέλλειν, νῦν μὲν, φάσκων, τὸν λόγον μόνον ἐκεῖνον τὸν ποιήσαντα τὴν ταραχὴν, ἴσως δέ τινα καὶ ἄλλα ἔχειν ἀνέκφορα ἐν τῇ ψυχῇ. αὐτίκα μὲν οὖν ὁ πατριάρχης ἐποίει τὰ κεκελευσμένα καὶ τῇ βασιλίδι ἀπήγγειλεν, ὅσα ὁ μέγας δομέστικος πρὸς αὐτὸν διαλεχθείη. ἡ δὲ ἐλπίδος τε ἔξω καὶ πέρα προσδοκίας λόγους ταῖς ἀκοαῖς εἰσδεξαμένη, ἠνιᾶτο μὲν ἐπὶ τοῖς λεγομένοις, ἐξεπέπληκτο δὲ, ὅ,τι τὸ τὸν μέγαν δομέστικον πεῖσαν, τοιαῦτά τε ἐνθυμηθῆναι καὶ πρὸς αὐτὴν εἰπεῖν. ὅμως ἑαυτὴν ἀναλαβοῦσα, ἀντεμήνυεν αὐτῷ, μὴ παντάπασιν αὐτῷ προσήκειν τοὺς τοιούτους λόγους, οὐδὲ τῆς αὐτοῦ διανοίας ἀξίους εἶναι, οὐδὲ τῆς πρὸς βασιλέα φιλίας, ἣν ἐκ παίδων ἄχρι καὶ εἰς τόδε χρόνου ἀλλήλοις διετηρήσατε ἄδολον καὶ καθαράν. διὸ οὐδὲ πείθεσθαι οἷά τε εἰμὶ, ὡς παραφρονοῦντος ἕνεκα ἀνθρώπου