203
μεγαλοπρεπὴς δὲ ων ̓Αγρίππας καὶ δωρεῖσθαι πολυτελής, τῆς μητρὸς αὐτοῦ θανούσης τὰ μὲν τῶν χρημάτων εἰς ἑαυτὸν ἀνάλωσε πολυτελῶς διαιτώμενος, τὰ δὲ εἰς δωρεάς, τὰ πλείω δ' εἰς τοὺς ἀπελευθέρους τοῦ 2.20 Καίσαρος. καὶ ταχὺ ἐν ἐνδείᾳ ἐγένετο. θανόντος δὲ τοῦ υἱοῦ Τιβερίου, ἀπείρηκεν εἰς οψιν αὐτοῦ φοιτᾶν τοὺς συνήθεις τοὺς τοῦ παιδός, ινα μὴ δι' αὐτῶν εἰς ἀνάμνησιν ἐκείνου ἰὼν εἰς λύπην ἀνερεθίζηται. διά τε γοῦν τοῦτο καὶ οτι χρημάτων ἠπόρησεν εἰς ̓Ιουδαίαν ἐπανῆλθε κακοπραγῶν. ἀποτῖσαι δὲ καὶ τοῖς δανεισταῖς τὰς ὀφειλὰς βιαζόμενος πολλοῖς ουσι, καὶ μὴ εχων, εἰς εννοιαν ηλθεν αὐτοχειρίας. συνῆκε δὲ τὸ ἐννόημα ἡ γυνὴ αὐτοῦ Κύπρος, η θυγάτηρ ην Φασαήλου τοῦ ἀδελφόπαιδος τοῦ βασιλέως ̔Ηρώδου, ἐκ Σαλαμψιοῦς αὐτῷ γεννηθεῖσα τῆς ̔Ηρώδου θυγατρός, ην εσχεν ἐκ Μαριὰμ τῆς ὑπ' ἐκείνου ἀνῃρημένης, ὡς δεδιήγηται. αυτη γοῦν ἡ Κύπρος συνοικοῦσα τῷ ̓Αγρίππᾳ, καὶ αἰσθομένη τὸ βούλευμα, ἀπεῖργε τοῦτον αὐτοῦ, διαπέμπεται δὲ πρὸς ̔Ηρωδιάδα τὴν τῷ τετράρχῃ συνοικοῦσαν ̔Ηρώδῃ, ̓Αγρίππα τυγχάνουσαν ἀδελφήν, δηλοῦσα τὴν εννοιαν τοῦ συγγόνου, καὶ βοηθεῖν ἀξιοῦσα καὶ τὸν οἰκεῖον ανδρα πρὸς ἐπικουρίαν παρακαλεῖν. οἱ δὲ μετεπέμψαντό τε αὐτὸν καὶ οἰκητήριον τὴν Τιβεριάδα δεδώκασι, καί τι καὶ ἀργύριον ἀπέταξαν αὐτῷ εἰς τὴν δίαιταν. μετὰ καιρὸν δὲ διαφορᾶς γενομένης ̔Ηρώδῃ τε καὶ ̓Αγρίππᾳ, πρὸς Φλάκκον Συρίας ἡγούμενον ὁ ̓Αγρίππας μεθίσταται, φιλίως ἐκ ̔Ρώμης πρὸς αὐτὸν διακείμενον, κἀκεῖ διέτριβε δεξαμένου τοῦ Φλάκκου. ων δὲ ἐκεῖ καὶ ὁ ̓Αγρίππα ἀδελφὸς ̓Αριστόβουλος, διαφερόμενός τε τῷ ἀδελφῷ, διαβολαῖς αὐτὸν πρὸς τὸν Φλάκκον ἐξεπολέμωσε· καὶ ἐξωθεῖται ἐκεῖθεν ̓Αγρίππας. ὁ δὲ εἰς ἐσχάτην περιστὰς ἀπορίαν εἰς ̓Ιταλίαν ἐκπλεῖν ἐβούλετο, καὶ ἠξίου Μαρσύαν αὐτοῦ ἀπελεύθερον χρήματά οἱ πορίσαι ποθὲν δανεισάμενον. ἐκεῖνος δὲ Πέτρῳ πρόσεισιν ἀπελευθέρῳ 2.21 Βερνίκης τῆς ̓Αγρίππα μητρός, καὶ ὁ Πέτρος συμβόλαιον ελεγε ποιησάμενον δύο μυριάδων ̓Ατθίδων λαβεῖν τὰς μυριάδας πεντακοσίαις καὶ δισχιλίαις ἐλασσουμένας. καὶ ὁ ̓Αγρίππας συνέθετο, καὶ λαβὼν τὸ δάνεισμα ἀποπλεῖν εμελλεν. ̓Ερρένιος δὲ Καπίτων ̓Ιαμνείας ἐπίτροπος τριάκοντα μυριάδας ἀργυρίου ὀφειλομένας τῷ Καίσαρι επραττεν ἀπ' αὐτοῦ, καὶ διὰ τοῦτο μένειν ἐκέλευεν. ̓Αγρίππας δὲ προσποιησάμενος πείθεσθαι, νυκτὸς ῳχετο. καὶ καταπλεύσας εἰς ̓Αλεξάνδρειαν ̓Αλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εικοσι δάνειον αὐτῷ παρασχεῖν. ὁ δ' ἐκείνῳ μὲν οὐκ αν εφη παρασχεῖν, Κύπρῳ δὲ τῇ αὐτοῦ γυναικὶ παρεῖχε διά τε τὴν φιλανδρίαν αὐτῆς καὶ τὴν λοιπὴν ἀρετήν. δεξαμένης δ' ἐκείνης τὸ δάνειον ὁ μὲν ̓Αγρίππας εἰς ̓Ιταλίαν ἀπέπλευσε, Κύπρος δὲ μετὰ τῶν τέκνων εἰς ̓Ιουδαίαν ἀνέζευξε. καὶ Καίσαρι Τιβερίῳ προσελθὼν φιλανθρώπως ἐδέχθη. γραφῆς δὲ Καπίτωνος ̓Ερρενίου κομισθείσης τῷ Καίσαρι ὡς ἀπέδρα ̓Αγρίππας τριάκοντα μυριάδας πραττόμενος δάνειον, ὠργίσθη, καὶ μὴ συγχωρεῖσθαι αὐτῷ τὴν πρὸς αὐτὸν ἐκέλευσεν εισοδον αχρι δὴ τὸ χρέος καταβαλεῖ. ὁ δὲ δανεισάμενος ἀπέδοτο τὸ ὀφείλημα, καὶ αυθις εἰσῄει πρὸς τὸν Τιβέριον. καὶ ὁ Καῖσαρ ἐκέλευε τῷ υἱωνῷ αὐτοῦ παρατυγχάνειν καὶ θεραπεύειν αὐτόν. Ἀγρίππας δὲ πρὸς Γάιον μᾶλλον ἀπένευεν, ̓Αντωνίας τυγχάνοντα υἱωνὸν τῆς Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ μετὰ Γάιον μοναρχήσαντος. τοῦτον θεραπεύων πεφίλητο ὑπ' αὐτοῦ. καί ποτε συμπροϊοῦσιν ἀμφοῖν περὶ Τιβερίου λόγος ἐγένετο. καὶ ὁ ̓Αγρίππας θεοκλυτῶν τάχος ὑπεκστῆναι Τιβέριον τῆς ἀρχῆς Γαΐῳ ἐπηύχετο. Ευτυχος δὲ ἀπελεύθερος ̓Αγρίππου τῶν 2.22 λόγων ἀκροασάμενος Καίσαρι πρόσεισιν ὡς δή τι λέξων αὐτῷ σωτήριον. ὁ δὲ βραδὺς εἰς πάντα γενόμενος, καὶ τῶν ὑπὲρ αὐτοῦ τι προσαγγελλόντων κατεφρόνει. ουτε γὰρ πρέσβεσι τάχιστα ἐχρημάτιζε, λέγων, ινα μὴ ἐπανιόντων συντόμως προσίοιεν ετεροι καὶ οχλος αὐτῷ γίνοιτο, ουτε μὴν ἡγεμόσι καὶ ἐπιτρόποις παρ' αὐτοῦ σταλεῖσι διαδόχους ἀντικαθίστα, εἰ μὴ φθάσαιεν τελευτήσαντες. τοῦτο δὲ ποιεῖν εφασκε προμηθείᾳ τῶν ὑπηκόων, ινα αὐτάρκως τῷ χρόνῳ σχόντες κερδῶν ἀμβλύτεροι πρὸς ἀδικήματα ειεν. παράδειγμά τε τραυματίαν