203
τῆς γῆς. ̓Ερέπω. σκέπω. Ερεσθαι. ἐρωτᾷν. ̓Ερεθίζει. παρορμᾷ, παροξύνει, παραθήγει, ἀνάπτει. τῇ ῥιπίδι τὸ πῦρ ἐρεθίζει. ̓Εῤῥέτω. φευγέτω, οἰμωζέτω. ̓Ερεβοδιφῶντες καὶ ἐρεβοδιφῶσι. τὰ ὑπὸ τὸ σκότος ψηλαφῶσι καὶ τὰ ὑπὸ τὸν Τάρταρον. ̓Ερεείνω. ἐρωτῶ. ̓Ερέμβοντο. ἀπεπλανῶντο. ̓Ερέσσουσι. κινοῦσι. τοίας ἐρέσσουσιν ἀπειλάς. ̓Ερετμῶσαι. κωπηλατῆσαι. epsilon.873 ̓Ερέψεισ. καλύψεις. σκεπάσεις. *κοσμήσεις.* ̓Εῤῥέθη. ἐλέχθη. ἀπὸ τοῦ ῥῶ, ῥήσω, ερηκα, ερημαι, ἐῤῥέθη. ̓Ερείδειν. ἀκκουμβίζειν καὶ τὸ συνουσιάζειν. ̓Ερείομαι. ἐρωτήσω. ̓Ερεῖτε. λέγετε. ̓Ερείπω. τὸ καταβάλλω. Εῤῥει. ἀντὶ τοῦ εῤῥεε, καὶ ἀφθόνως ἐχορηγεῖτο. εῤῥει γάρ οἱ κατὰ πρύμναν τὰ ἐκ τῆς τύχης. ̓Ερήρειστο. ηδραστο, ηρμοστο, ἐπέπηκτο. φυλάσσει τὴν ˉεˉι δίφθογγον πρὸς ἀντιδιαστολὴν τοῦ ἐρήρισται, οπερ σημαίνει τὸ φιλονεικῶ. εστι δ' οτε οἱ ∆ωριεῖς φυλάττουσι φύσει μακρὰ, οιον ὀρῶ, ὀρήσω, ωρηκα, καὶ ἀττικῶς ὀρώρηκα. καὶ φυλάττεται παρὰ ∆ωριεῦσιν ἡ φύσει μακρά. ἡνίκα δὲ εχει τὴν ˉεˉι δίφθογγον η τὴν ˉεˉυ ἐν τῷ ̓Αττικῷ παρακειμένῳ, τότε καὶ τὸ ˉε ἀποβάλλει. ̓Ερηρεισμένοσ. ὁ ἡδρασμένος. ἐρηρισμένος δὲ ὁ πεφιλονεικημένος, ˉι. ̓Ερηρωτηκώσ. ηδη ἐρωτήσας. ̓Εῤῥήσετε. ἀντὶ τοῦ μετὰ φθορᾶς βαδίζετε. ἐπὶ κατάρας· οὐκ ἐς κόρακας ἐῤῥήσετε. ̓Ερηρέδαται. ἀπὸ τοῦ ἐρείδω, ηρεικα, ηρεισμαι, epsilon.874 ηρεισται, καὶ ἰακῶς ἐρηρέδαται, τῆς τρίτης συλλαβῆς συσταλείσης. ̓Ερήριπτο. ἐπεπτώκει. ̓Ερήτυθεν. ἀντὶ τοῦ κατέσχεν. Ἐρητύω. τὸ κωλύω. ̓Εριδαίνεται. φιλονεικεῖ. ̓Εῤῥίφθων. ἀποῤῥιφθήτωσαν. ̓Εριθευόμενοσ. διὰ λόγων φιλονεικῶν. καὶ οσα νοῶ ἐριθευόμενος. ̓Εριποῦσα. πεσοῦσα. ἐριπῶ γὰρ τὸ καταπίπτω, περισπωμένως. ̓Εῤῥιπτασμένον. γεγυμνασμένον. εὑρημένον. πολλαῖσί τ' ἀγρυπνίαις ἐῤῥιπτασμένον. ̓Εῤῥικνωμένον. εχον ῥυτίδας, η πεπαλαιωμένον καὶ διεῤῥηγμένον. ̓Ερισχελεῖν. τὸ λοιδορεῖν καὶ εἰς εριν προσκαλεῖσθαι. καὶ ἐρίσχηλος ὁ λοίδορος. ̓Ερομένῳ. ἐρωτῶντι. ἐρωμένῳ δὲ τὸ ἐπιθυμοῦντι, μέγα. ἀπὸ τοῦ ἐράω, ἐρῶ, τὸ ἐπιθυμῶ. Ερομαι. ἐρωτῶ. ̓Ερόγευον. δι' ἑνὸς ˉρ ὡς σεσημειωμένον. ̓Εῤῥόντων. φθειρέσθωσαν. Ερσαι. δροσίσαι. γίνεται παρὰ τὸ ειρω. ὁ μέλλων ερσω, αἰολικῶς ερσαι. ἀπὸ τοῦ ειρειν καὶ epsilon.875 κατέχειν τὴν ἀναπνοὴν, οθεν καὶ εἱρκτὴ παρὰ τὸ ερκος. ̔Ερπύζω. βαδίζω. καὶ ἑρπυσμός. ̓Ερυγγάνειν. ἐρεύγεσθαι. καὶ εἰ περίβλεπτον καὶ δόκιμον ἠρύγγανε γένος, δοῦλος ἐπιπράσκετο. ̓Ερυθαίνει. πυῤῥὸν ποιεῖ η κόκκινον η μέλαν. οθεν καὶ ἐρύθημα ἡ ῥίζα ἡ λεγομένη ἐρυθρόδανον η ἐρυθροδάνη. καὶ ἐρυθαίνεται. ̓Εῤῥύθμισεν. ἐκανόνισε. διετύπωσεν. ̓Ερυθροδανωμένον. κόκκινον, πυρὸν η μέλαν. τοιοῦτον γὰρ ἡ ῥίζα τῆς ἐρυθροδάνης. ̓Ερυκέμεναι καὶ ἐρυκέμεν. ἀντὶ τοῦ κατέχειν η κωλύειν. ̓Ερύω. τὸ ἑλκύω. ̓Ερυσάμενοσ. ἑλκύσας. ̓Ερύσαντασ. ἑλκύσαντας. ἐκδείραντας. ἐρύσαντας τὸ δέρμα σὺν τῷ χάσματι φυλάττειν. ̓Ερχθέντα. ἐν υδασιν ἀποπνιγέντα. Εῤῥω. τὸ φθείρω, ὡς τό· εῤῥε, κακὴ γλήνη- παρὰ τὸ ῥῶ, φθείρω, ἐν συνθέσει τοῦ ερι κατὰ συγκοπὴν εῤῥω. epsilon.876 Εῤῥων. μετὰ φθορᾶς παραγενόμενος, η πορευόμενος. ̓Εῤῥῶσθαι φράσασ. οἰμώζειν εἰπών· κατεγνωκώς. ̓Ερωήσασ. ἀντὶ τοῦ μειώσας, κατεάξας· η ὁρμήσας η ὑποχωρήσας. ̓Εῤῥώγασιν. ἐσχίσθησαν. Εῤῥωσο. ὑγιαίνοις. εῤῥωσο ἐν θεῷ. ̓Ερωτῶ σε. παρακαλῶ σε, ἱκετεύω σε. ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα· ἀντὶ τοῦ παρεκάλει. παρὰ τοῦ ερωτος γενικὴν γέγονεν ἐρωτῶ. οἱ γὰρ ἐρωτῶντες ο ευχονται μαθεῖν τοῖς ἐρῶσιν ἐοίκασιν. ̓Εῤῥήθησαν. ἀντὶ τοῦ παρηγγέλθησαν. ὁ ̓Απόστολος· τῷ δὲ ̓Αβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι. ̓Εργαζομένῳ. κατορθοῦντι. ουτως ὁ ̓Απόστολος· τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. ( ̓Επίῤῥημα.) Εραζε. χαμαὶ, εἰς τὴν γῆν. ̓Ερεβόθεν. ἐκ τοῦ σκότους. epsilon.877 ̓Εῤῥωμένωσ. ὑγιῶς. ̓Ερωτικῶσ. ἐπιθυμητικῶς. ̓Ερωμανῶς καὶ ἐρωτομανῶσ. ὁ ἐν τῷ ερωτι μαινόμενος. Τὸ Ε μετὰ τοῦ Σ. ( ̓Αρσενικόν.) ̓Εσσαῖοι. ουτοι ὑπέρτεροι σφόδρα καὶ λίαν ὑπερκείμενοι τῶν Φαρισαίων κατὰ τὴν πολιτείαν. στιβαρὸν γὰρ γένος ἑρμηνεύονται, διὰ τῆς τοῦ ὀνόματος ἐκδόσεως. ὑπαγορεύουσι δὲ τὰς βίβλους ὁμοίως τοῖς Νασσαραίοις· τὴν οἰκείαν δὲ πίστιν ἀρνοῦνται στόματι. καὶ