203
χρηστότητός σου ἐπηγγείλω μετάνοιαν καὶ ἄφεσιν ἁμαρτωλοῖς εἰς σωτηρίαν.» «Ἐὰν ὦσι χίλιοι θανατηφόροι ἄγγελοι, εἷς ἐξ αὐτῶν οὐ μὴ τρώσηται αὐτὸν, ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ Κύριον.» «Ἔκδυσαι ῥύπων, καὶ οὐ μὴ φοβηθῇς, καὶ τὸν κόπον σου ἐπίλησαι· ὥσπερ κῦμα παρελθὸν, καὶ οὐ πτοηθήσῃ· ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος.» «Ἐὰν ἐπιστραφῇς, καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, καὶ πόῤῥω ποιήσῃς ἀπὸ διαίτης σου τὸ ἄδικον, ἔσται σοι ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν· καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον, καὶ ἐπὶ τοῖς ὁδοῖς σου ἔσται σοι φέγγος, ὅτι ἐταπείνωσας σεαυτόν.» «Ἐὰν ἐπιστραφῶσιν ἐξ ἀδικίας, καὶ ἀκούσωσι, καὶ δουλεύσωσι, συντελέσουσιν ἐν ἀγαθοῖς τὰς ἡμέρας αὐτῶν.» «Ἐκκαλύπτει τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἀνὴρ ἐν συνεδρίῳ.» «∆εῦτε, καὶ ἐπιστρέψωμεν πρὸς Κύριον Θεὸν ἡμῶν, ὅτι αὐτὸς πέπαικεν, καὶ ἰάσεται ἡμᾶς· ὁ πλήξας, καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα, καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα, καὶ διώξομεν τοῦ γνῶναι αὐτόν.» «Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ. Καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶν, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ τῆς κακίας.» «Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ.» «Λούσασθε, καὶ καθαροὶ γένεσθε· ἀφέλετε πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὄρφανον, καὶ δικαιώσατε χήραν· καὶ 96.108 δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσι αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» «Ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς.» «Ὅταν ἐπιστραφῇς, στενάξεις, τότε σωθήσῃ.» «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσονται. Σὺ δὲ μνήσθητι. Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς.» «Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. ∆ίκαιος καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ. Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τῆς γῆς.» «Ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης μου. Ἐγγίσατε τῇ δικαιοσύνῃ μου, καὶ τὴν ἀλήθειαν, καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ βραδύνω.» «Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ' ἂν ἐγγίσῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, καὶ ἐλεηθήσεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.» «Ἐὰν διορθώσῃ, καὶ ποιήσῃς Ἱερουσαλὴμ γαυρίαμα ἐπὶ τῆς γῆς, ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ, καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ' ᾧ ἐμόχθησας.» «Ἐπιστράφητε πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. Πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας.» «Πέρας λαλήσω ἐπὶ ἔθνος, ἢ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ τοῦ ἀπολλύειν. Καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.» «Μὴ ἀφέλῃς ῥῆμα· ἴσως ἀκούσονται, καὶ ἀποστραφήσονται ἕκαστος ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι περὶ τῶν κακῶν, ὧν ἐγὼ ἐντέλλομαι ποιῆσαι αὐτοῖς.» «Ἐπιστράφηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμῶν, ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μὴ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. Βελτίους ποιήσατε τὰς ὁδοὺς ἑαυτῶν, καὶ τὰ ἔργα ὑμῶν, καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσει Κύριος τῶν κακῶν, ὧν ἐλάλησε πρὸς ὑμᾶς.» «Ἐὰν ἐπιστρέψῃ ὁ ἄνομος ἐκ πασῶν τῶν ἀνομιῶν