203
Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι Οὐκ ἐγκατ ελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ, εἶδε διαφθοράν·" [ὁ δίχα ἁμαρτίας· οὐκ ἔστι δὲ ἐν ἀνθρώποις τις δίχα ἁμαρτίας, εἰ μὴ Ἰησοῦς ὁ ἐκ ∆αβὶδ σαρκωθεὶς Θεὸς Λόγος.] Ταύτας τὰς ὑπο σχέσεις καὶ πρὸς τὸν πατριάρχην Ἀβραὰμ ἐποιή σατο. Ἔφη γὰρ πρὸς αὐτόν· "Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς." Ἑρμηνεύων δὲ τοῦτο ὁ θεσπέσιος Παῦλος οὕτως ἔφη· "Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμα σιν ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, καὶ τῷ σπέρ ματί σου, ὅς ἐστιν ὁ Χριστός." Εἰς ταύτας ἀφορῶντες τὰς ἐπαγγελίας οἱ τούτων ἀπόγονοι, καὶ βλέποντες σφᾶς αὐτοὺς αἰχμαλώτους γεγενημένους καὶ τὴν ἀλλοτρίαν οἰκεῖν ἠναγκασμένους, καὶ τὴν μὲν βασιλίδα πόλιν ἔρημον γεγενημένην, ἐσβεσμένην δὲ τὴν βασιλείαν, ἀναμιμνήσκουσι τῶν ὑποσχέ σεων τὸν τῶν ὅλων Θεόν. Καὶ ποτὲ μὲν τὸν πατριάρχην Ἀβραὰμ εἰς μέσον προφέρουσι, καὶ τὸν υἱὸν τὸν ἐκείνου, καὶ τὸν ἔκγονον, τῶν συνθη κῶν ἀναμιμνήσκοντες τὸν Θεόν· ποτὲ δὲ τὸν μακάριον ∆αβὶδ, καὶ τὰς πρὸς αὐτὸν γεγενημένας ἐπαγγελίας. Οὕτως οἱ μακάριοι μάρτυρες, Ἀνανίας, 80.1577 Ἀζαρίας, καὶ Μισαὴλ, τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἰσαὰκ,καὶ τοῦ Ἰσραὴλ, ἐν τῇ καμίνῳ τὸν Θεὸν ἀντιβολοῦντες ἐποιήσαντο μνήμην. Καὶ τοῦτον τοιγαροῦν τὸν ψαλμὸν εἰς τὴν ἐκείνων ὠφέλειαν ἡ προφητικὴ συνέγραψε χάρις· διδάσκουσα πῶς δεῖ τὸν Θεὸν ἐκμειλίξασθαι, καὶ τὴν παρ' αὐτοῦ φιλανθρωπίαν καρπώσασθαι ∆ιὰ τοῦτο καὶ Συνέσεως ἐπιγέγρα πται· ταύτης γὰρ δεῖ τοῖς παιδευομένοις διαφερόν τως, ἵνα μηδὲν ἀπηχὲς εἴπωσι σχετλιάζοντες, ἀλλὰ τὸν θεῖον προσμείνωσιν ἔλεον. Ὁ δὲ Αἰθὰμ χορὸν καὶ αὐτὸς ἐμπεπίστευτο ᾀδόντων ἐν τῷ ναῷ, καὶ τὸν Θεὸν ἀνυμνούντων. [Οὐ γὰρ, ὥς τινες ἔφασαν εἶναι τὸν ψαλμὸν τοῦ Αἰμάν· ἀλλ' ὡς ἔφαμεν, ἐξ ῆρχε χοροῦ τῶν ᾀδόντων καὶ αὐτὸς οὗτος· παραλαμβάνων παρὰ τοῦ θειοτάτου ∆αβὶδ καὶ ᾄδειν μετὰ καὶ τῶν λοιπῶν.] βʹ. "Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου." Τὸν θεῖον αἰτοῦντες ἔλεον, ὑμνοῦσι τὸν ἔλεον, καὶ τῶν πρὸς τὸν ∆αβὶδ ὑπο σχέσεων ποθοῦντες ἰδεῖν τὴν ἀλήθειαν, ἑκάστην γενεὰν ὑπισχνοῦνται διδάξειν. γʹ. "Ὅτι εἶπας, Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομη θήσεται ἐν τοῖς οὐρανοῖς, ἑτοιμασθήσεται ἡ ἀλήθειά σου." Τοῦ Θεοῦ ἐστι λόγος πρὸς τὸν ∆αβὶδ εἰρημέ νος, ὡς φυλάξει τὸν ἔλεον εἰς τὸν αἰῶνα τῷ σπέρ ματι. Τῆς ἐπαγγελίας τοίνυν ἀναμιμνήσκουσι ταύτης. Σὺ, φησὶν, εἶπας αὐξήσειν, ἀλλ' οὐ μειώ σειν τὸν ἔλεον. Τὸ γὰρ οἰκοδομηθήσεται, ἀντὶ τοῦ αὐξηθήσεται [καὶ προσθήκην λήψεται τέθεικεν.] Ἑδρασθήσεται, ὁ Σύμμαχος εἴρηκεν. Ὑπέσχου, φησὶν, ἔργῳ βεβαιοῦν τὴν τῶν λόγων ἀλήθειαν. δʹ, εʹ. "∆ιεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου." [ ̓Εκ προσώπου Θεοῦ καὶ Πατρὸς εἴρηται ταῦτα, ὁμοῦ δὲ καὶ τὰ ἑξῆς·] "Ὤμοσα ∆αβὶδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου." Τῷ εἶπας καὶ ταῦτα συνῆπται· ὅτι ταύτας πρὸς τοὺς ἐκλεκτοὺς ἐποιησάμην τὰς συνθήκας. Ἐκλε κτοὺς δὲ καλεῖ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰσραήλ. Πρὸς δὲ τούτοις ἔφη ὀμωμοκέναι καὶ τῷ ∆αβὶδ, ἀνώλεθρον αὐτοῦ φυλάξαι τὸ σπέρμα, καὶ ἐν πάσῃ γενεᾷ τὸν τούτου θρόνον ἀνθήσειν. Οὕτω τοῦ Θεοῦ τὰς ὑποσχέσεις διεξελθόντες, καὶ τῶν πραγμάτων τὸ τέλος οὐ βλέποντες, ἀπηχὲς μὲν οὐδὲν ὑπὸ τῶν συμφορῶν εἰπεῖν ἀναγκάζονται, ὕμνοις δὲ γεραίρουσι τὸν τῶν ὅλων πρύτανιν. 80.1580 ʹ. "Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε· καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων." Ὁ δὲ Θεοδοτίων, Καί γε τὴν πίστιν σου ἐν ἐκκλησίᾳ ἁγίων· [ἀντὶ τοῦ, Τὴν πίστιν σου ἅπαντες οἱ τὴν πεποίθησιν ἔχοντες εἰς σὲ διαφυλά ξουσιν.] Σὲ γὰρ προσήκει παρὰ πάντων ὑμνεῖσθαι· οὐχ ἥκιστα δὲ παρὰ τῶν τὸν οὐρανὸν οἰκούντων, ἀκριβέστερον τὰ σὰ καθορώντων θαυμάσια, καὶ τῶν ἐπαγγελιῶν ἐπισταμένων τὸ βέβαιον· τῆς ἐπου ρανίου ταύτης ἐκκλησίας καὶ