203
ἄλλως τε καὶ τοῦ πόθου βιαζομένου οὐχὶ διὰ τόσου γε χρόνου, ἀλλὰ σχεδὸν εἰπεῖν καθ' ἑκάστην προσφθέγγεσθαί σε, τὸν ἐμὸν πατέρα καὶ ὁμολογητὴν Χριστοῦ πολύαθλον. ἔτι τοίνυν, ὦ μάκαρ, δέρου καὶ νίκα, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ τέκνου σου κατόπιν ἰέναι σου· ἐὰν δέ τινες τῶν συνομολογητῶν πάρεισι, κἀκείνους σὺν σοὶ κατασπαζόμενος αἰτῶ τὰς ἱερὰς προσευχὰς αὐτῶν εἰς σωτηρίας ἐφόδιον. 319 {1Νικήτᾳ ἡγουμένῳ τοῦ Μηδικίου}1 Φιλῶ τοῦ δέχεσθαι ἀντίγραφα παρὰ τῆς τιμιότητός σου ὧν ἐπιστέλλω, οὐ μὴν δεχόμενος σιωπήσομαι. διὸ καὶ νῦν προσφθέγγομαι τὴν ὁσιότητά σου, τὸ τῆς ἀγάπης χρέος πληρῶν καὶ τὴν ἐμαυτοῦ ταλαιπωρίαν καταμηνύων ὡς ζῶν εἰμι εὐχαῖς σου ἁγίαις, πταίων μὲν πολλὰ τῷ θεῷ καθ' ἑκάστην, ἐπιθυμῶν δὲ σὺν ὑμῖν τοῖς ἁγίοις Χριστὸν θεραπεῦσαι πίστει δι' ἀγάπης ἐνεργουμένης. Ἔγνως δὲ πάντως ὡς ἐνεδήμησε πρὸς Κύριον ὁ κοινὸς πατὴρ τῶν πολλῶν κἀμοῦ ἱερὸς ἀνάδοχος, ὁ ὡς ἀληθῶς Θεοφάνης. μακάριος ἐκεῖνος, καλῶς ἐν τῇ ἀσκήσει ἀγωνισάμενος καὶ καλλίστην κορωνίδα τῷ τέλει τοῦ βίου ἀπενεγκάμενος τὴν ὁμολογίαν Χριστοῦ ἐν τοιαύτῃ δυσφορωτάτῃ νόσῳ καὶ ἀνίᾳ καὶ γήρει σώματος· ἀλλ' ὅμως ὡς νεάζων τῷ σώματι ἠθλοφόρησεν, ἵνα γένοιτο στηριγμὸς μὲν τῶν ἑστηκότων καὶ ἀσφάλεια, ἔλεγχος δὲ τῶν προφασιζομένων προφάσεις ἐν ἁμαρτίαις· οὗ ταῖς εὐχαῖς ἅμα καὶ ὑμῶν τῶν πατέρων μου σωθείην κἀγὼ ὁ ἁμαρτωλός. Τὸν ἐμὸν αἰδέσιμον ἀδελφὸν Ἀρσένιον πλεῖστα ἀσπάζομαι. 320 {1Ἰωάννῃ ἡγουμένῳ}1 Ἡδέως ἐδεξάμην σου τὴν ἁγίαν ἐπιστολὴν καὶ ἀνέγνων ἡδύτερον, ἀπὸ πατρὸς ἐμοῦ ὁμοῦ μὲν ἀγαπητοῦ, ὁμοῦ δὲ ὁμολογητοῦ ἀπεσταλμένην. χάρις, ἔλεος, εἰρήνη σοι ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ, ἄνθρωπε τοῦ θεοῦ, ἀνδρικὲ τῷ φρονήματι, στερρὲ τῇ καρδίᾳ. τί οὖν ἤθλησας, πρότερον φυλακῇ ἀπορραγεὶς τοῦ ἀπατηθέντος ἀδελφοῦ ὡς υἱὸς φωτός; πάλιν κράτησις, πάλιν περιορισμός· καὶ ποῦ; ἀφ' οὗ ὀφείλεις στηρίζεσθαι, ἵνα ἐκεῖθεν διαλυθῇς. ἀλλ' οὐχ οὕτως· ἔλεγχόν σε τοῦ προάγοντος καὶ τῶν ἀκολουθούντων ἔθετο ὁ θεός. Παρακαλῶ οὖν σε, πατήρ μου, μὴ συγκοινωνήσῃς αὐτοῖς ἔν τινι, ἀλλ' ὡς ἀληθῶς ἄμωμος καὶ ὁμολογητὴς Χριστοῦ διαφύλαξον ἑαυτὸν ἀπήμονα, ὡς ἂν ἐκλάμψῃς ἔτι μᾶλλον ἐν ἀρετῇ, φωστὴρ ἐν κόσμῳ καὶ γενόμενος καὶ λεγόμενος. ἐμοὶ δὲ εὔχου τοῦ σῴζεσθαι τῷ ἀχρείῳ παντάπασιν καὶ μηδὲν ἔχοντι ἐπαίνου ἄξιον, κἂν αὐτὸς φιλῶν τοῦτο κἀκεῖνο ἐνεκωμίασας. 321 {1Ἀθανασίῳ ἡγουμένῳ}1 Τίνος ἕνεκεν ἐχρόνισα ἐπιστεῖλαι τῇ ἁγιωσύνῃ σου; πολλὰ τὰ αἴτια· πρῶτον μὲν ἡ ἀσφαλὴς φυλακή, ὡς διηγήσεται καὶ ὁ γραμματηφόρος, ἔπειτα ἡ σύλληψις τοῦ οἰκονόμου ἄλλα τε, ἅττα γράφειν ἐργῶδες. ἀλλὰ νῦν, ὅτι ἠξιώθην ῥῆξαι φωνήν, εὐχαριστῶ τῷ θεῷ μου· ἐμοὶ γὰρ φίλον ἀεὶ προσφθέγγεσθαι καὶ ἀκούειν φωνῆς σου, διότι σὺ ἀνὴρ ἀγαθός, ἀθλητὴς Χριστοῦ, σύμψυχος, ταὐτόφρων, ἰδιαίτερόν τι παρὰ τοὺς ἄλλους κεκραμένος μοι τῇ ἐν Κυρίῳ ἀγάπῃ. Ἀλλὰ δεῦρό μοι, θρήνησον, ὦ πάτερ, τὰ παρόντα. ὁρᾷς ὅπως γεγόναμεν ὡς τὸ πρίν, ὅτε οὐκ ἦρχεν ἡμῶν Κύριος· πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν, πᾶς ναὸς ἠμαύρωται, πᾶν ἱερὸν κεκοίνωται, πᾶς θίασος βλασφημεῖ καὶ Χριστός καθεύδει. καὶ οὐδεὶς ὁ ἀξίως διαναστῆναι αὐτὸν ἱλεούμενος, ἐπιτιμῆσαι τοῖς ἀνέμοις καὶ τῇ πονηρᾷ ταύτῃ θαλάσσῃ τῆς αἱρέσεως· εἰ καὶ ἀξίως, ἀλλ' οὐκ εὐκαίρως· οἶδεν γὰρ αὐτὸς μόνος τὸν ὠφέλιμον καιρὸν καὶ τῆς ἰατρείας καὶ τῆς ἐκτομῆς. διὸ ἀναμονητέον καὶ μακροθυμητέον τὸν ἄριστον καὶ παντεπιστήμονα ἰατρόν, ὃς ἐν τέλει οὐκ ἐάσει τὴν ἐκκλησίαν αὐτοῦ κυμαίνεσθαι. Σὺ δὲ φράσον ἡμῖν οἵα σου ἡ φυλακὴ καὶ ὅπως ζῇς ἐν αὐτῇ, εἰ ἆρά γε ἔστι λείψανον θεοσεβείας ἐν τοῖς ἔγγιστα, ἢ παρὰ σοῦ ἱεροποιηθὲν νεωστὶ ἢ ἀφ' ἑαυτοῦ ὀρθοδοξοῦν, εἰ ἐν ταῖς χερσί σου βίβλοι, εἰ τρέφει τις Ἠλίαν, εἰ εὐγνώμων μαθητής, εἰ ὡς Πέτρος καὶ Ἰωάννης ἠκολούθηκεν αἰρομένῳ σοι οὐ πρὸς Ἄνναν καὶ Καϊάφαν, ἀλλὰ πρὸς ἴσους ἰουδαιόφρονας. ταῦτα δίδαξον καὶ τὸ λοιπὸν πρόσευξαι