203
τυγχάνοντες, κεκρυμμένοι δὲ καὶ φυγάδες ὄντες κατὰ τὴν μικρὰν Ἀραβίαν, ἀθροισθέντες, πρωτεύοντος ἐν αὐτοῖς Ἀβραΐμ, ἐκπέμπουσιν ἀπόδουλον αὐτῶν τινα λεγόμενον Ἀβουμουσλὶμ εἰς τὸ Χωροσὰν πρός τινας τῶν αὐτόθι προυχόντων, αἰτούμενοι συμμαχῆσαι αὐτοῖς κατὰ Μαρουάμ. οἱ δὲ συναχθέντες πρὸς Χακταβάν τινα βουλεύονται καὶ ἐπανιστῶσι τοὺς δούλους κατὰ τῶν ἰδίων δεσποτῶν καὶ ἀναιροῦσι πολλοὺς ἐν μιᾷ νυκτί, ὧν τοῖς ἄρμασι καὶ ἵπποις καὶ χρήμασι καθοπλισθέντες ἐγένοντο εἰς δυνατούς. διαιροῦνται δὲ εἰς φυλὰς δύο, Καϊσινοὺς καὶ Ἰμανίτας. ὧν δυνατωτέρους σκοπήσας τοὺς Ἰμανίτας ὁ Ἀβουμουσλὶμ διεγείρει κατὰ τῶν Καϊσινῶν, καὶ 425 ἀνελὼν αὐτοὺς παραγίνεται ἐν Περσίδι σὺν τῷ Χακταβάν, καὶ πολεμήσας τὸν Ἰβινδάρα παραλαμβάνει μετὰ νίκης ἅπαντας, ὡς ρʹ που χιλιάδας ἀνδρῶν. καὶ ἐλθὼν ἐπὶ τὸν Ἰβινουβεηρᾶ στρατοπεδεύοντα σὺν χιλιάσι σʹ κἀκεῖνον ἐξέλυσεν, καὶ καταλαβὼν τὸν Μαρουὰμ εἰς τὸν Ζάβαν ποταμὸν ἔχοντα τʹ χιλιάδας πολεμεῖ αὐτὸν καὶ πλῆθος ἄπειρον ἀναιρεῖ ἐξ αὐτῶν. καὶ ἦν ἰδεῖν κατὰ τὴν γραφὴν τότε ἕνα διώκοντα χιλίους, καὶ δύο μετακινοῦντας μυριάδας. οὓς οὕτω κατὰ κράτος νικῶντας ὁρῶν ὁ Μαρουὰμ ἔρχεται εἰς Χαρρὰν καὶ περάσας τὸν ποταμὸν ἔκοψε τὴν γέφυραν ἀπὸ πλοίων οὖσαν. καὶ συμπαραλαβὼν πάντα τὰ χρήματα καὶ τὸν οἶκον αὐτοῦ μετὰ γ ἀνδρῶν οἰκογενῶν αὐτοῦ ἔφυγεν ἐπὶ Αἴγυπτον. θʹ. ʹ. ιʹ. κʹ. ʹ. Τούτῳ τῷ ἔτει καταδιώκεται Μαρουὰμ ὑπὸ τῶν Μαυροφόρων καὶ καταληφθεὶς ὑπ' αὐτῶν κτείνεται, βαρυτάτου πολέμου κροτηθέντος. ἦρχε δὲ αὐτῶν Σαλίμ, υἱὸς Ἀλίμ, εἷς ὢν τῶν προλεχθέντων φυγάδων, τῶν καὶ ἐξαποστειλάντων τὸν Ἀβουμουσλίμ. οἱ δὲ λοιποὶ ἀθροισθέντες κατὰ τὴν Σαμάρειαν καὶ Τραχωνίτιδα χώραν κλήρῳ τὴν ἀρχὴν ἀπένειμαν τῷ Ἀβουλαβᾶς, καὶ μετ' ἐκεῖνον τῷ ἀδελφῷ αὐτοῦ Ἀβδελᾶ, καὶ μετὰ τοῦτον τῷ Ἰσὲ Ἰβινμουσέ· καὶ τῆςμὲν Συρίας στρατηγεῖν ἔταξαν Ἀβδελᾶν, τὸν υἱὸν τοῦ Ἀλὶμ καὶ ἀδελφὸν τοῦ Σαλίμ, τὸν δὲ αὐτὸν Σαλὶμ τῆς Αἰγύπτου ἄρχειν, τὸν δὲ Ἀβδελᾶν, τοῦ Ἀβουλαβᾶς ἀδελφὸν ἀπ' ἐκείνου ἔχοντα τὸν κλῆρον τῆς ἀρχῆς ἐπὶ τῆς Μεσοποταμίας ἔταξαν. ὁ δὲ αὐτὸς Ἀβουλαβᾶς, ὁ καὶ πάντων ἐξάρχων, ἐν Περσίδι κεκάθικεν, μετατεθείσης ὑπ' αὐτοῦ καὶ τῶν συμμαχησάντων Περσῶν ἀπὸ ∆αμασκοῦ τῆς ἀρχῆς, καὶ πάντων τῶν συλληφθέντων θησαυρῶν, ὧν ὁ Μαρουὰμ ἐπεφέ426 ρετο. οἱ δὲ περισωθέντες υἱοί τε καὶ συγγενεῖς τοῦ Μαρουὰμ ἐλθόντες ἀπ' Αἰγύπτου εἰς Ἀφρικὴν κἀκεῖθεν ἀντιπεράσαντες τὸ διορίζον μεταξὺ Λιβύης καὶ Εὐρώπης τῆς κατὰ τὸν Ὠκεανὸν στενῆς θαλάσσης, τὸ λεγόμενον Σέπται, τὴν τῆς Εὐρώπης Σπανικὴν ᾤκησαν μέχρι τοῦδε τοῦ χρόνου, ἔχοντές τινας προκατοικήσαντας αὐτόθι τῶν ἀπὸ Μαυΐου διὰ πλοὸς ἐκριφέντων ἐκεῖσε, συγγενεῖς αὐτῶν ὄντας καὶ τῆς αὐτῆς θρησκείας. ἐκράτησε δὲ ἡ ἐπὶ Μαρουὰμ ἅλωσις ἔτη ʹ, ἐν ᾗ πᾶσαι μὲν αἱ κατὰ τὴν Συρίαν περιφανεῖς πόλεις ἀπετειχίσθησαν, ἄτερ Ἀντιοχείας, διότι καταφύγιον αὐτὴν ἔχειν ἐμελέτα, ἀναρίθμητοί τε τῶν Ἀράβων ὑπ' αὐτοῦ ὤλοντο. λίαν γὰρ ὑπῆρχε διεσκεμμένος περὶ τὰ πολεμικά. ἐτύγχανε δὲ τῆς τῶν Ἐπικουρείων ἤτοι Αὐτοματιστῶν αἱρέσεως, ἐκ τῶν οἰκούντων τὴν Χαρρὰν Ἑλλήνων μεταλαβὼν τὴν ἀσέβειαν. Τῇ δὲ κεʹ τοῦ Ἰαννουαρίου μηνὸς τῆς αὐτῆς γʹ ἰνδικτιῶνος ἐτέχθη τῷ βασιλεῖ Κωνσταντίνῳ υἱός, ὃν ἐπωνόμασε Λέοντα, ἐκ τῆς τοῦ Χαγάνου τῆς Χαζαρίας θυγατρός. ἐν δὲ τῷ αὐτῷ χρόνῳ γέγονε σεισμὸς ἐν Συρίᾳ καὶ μεγάλη καὶ φοβερὰ πτῶσις, ὅθεν αἱ μὲν τῶν πόλεων ὁλοκλήρως ἠφανίσθησαν, αἱ δὲ μέσως πως, ἑτέραι δὲ ἀπὸ τῶν ὀρεινῶν εἰς τὰ ὑποκείμενα πεδία σὺν τῶν τειχέων καὶ τῶν οἰκημάτων αὐτῶν ὁλόκληροι μετέστησαν σῶαι ὡς ἀπὸ μιλίων ἓξ ἢ καὶ μικρὸν πρός. ἔφησαν δὲ οἱ αὐτοψὶ θεασάμενοι τὴν γῆν Μεσοποταμίας εἰς μῆκος ῥαγῆναι ἐπὶ μίλια δύο, καὶ ἐκ τοῦ βυθοῦ αὐτῆς ἀναχθῆναι ἑτέραν γῆν λευκοτάτην καὶ ἀμμώδη, ἧς ἐκ μέσου, ὥς φασιν, ἀνῆλθε ζῶον μουλικόν, ἄσπιλον, λαλοῦν ἀνθρωπίνῃ φωνῇ προμηνύον τε ἔθνους ἐπιδρομὴν ἐκ τῆς ἐρήμου κατὰ τῶν Ἀράβων, ὃ καὶ γέγονεν. τῷ δὲ ἐρχομένῳ