Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
θυμοῦ μου. Οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι Ἐφραΐμ. ∆ιότι Θεός εἰμι ἐγὼ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος. Ὅταν οὖν φησιν· ἐπανήκοι μὲν ὁ ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἰδεῖν τὴν οἰκίαν, καὶ ἰδοὺ διεχύθη ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας· καὶ προστάξει ὁ ἱερεὺς, καὶ ἐξελοῦσι τοὺς λίθους ἐν οἷς ἐστιν ἡ ἁφὴ, καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως. Καὶ μεθ' ἕτερα· Καὶ λήψονται λίθους ἀπεξυσμένους ἑτέρους, καὶ ἀντιθήσουσιν ἀντὶ τῶν λίθων ἐκείνων. Μετὰ γὰρ τὸ ἀνεθῆναι τῆς 69.572 ἐπὶ τοῖς παρῳχηκόσιν αἰτίας, περισκεψάμενος πάλιν τὴν τῶν Ἰουδαίων Συναγωγὴν ὁ τὰ πάντα ἐν ἡμῖν ἐτάζων Θεὸς, καὶ πᾶσαν μὲν, κατὰ τὸ εἰκὸς, οὐκ ἔτι λεπρῶσαν, πλὴν οὐκ εἰσάπαν τῆς ἀρχαίας φαυλότητος ἀπηλλαγμένην εὑρὼν, οὐ κατὰ πάντων ἐποιήσατο τὴν ὀργὴν, μόνον δὲ κατὰ ἐκείνων οἵπερ ἦσαν αἴτιοι τοῦ πάσχειν αὐτὴν, καὶ τῆς νόσου γεγόνασιν ἀφορμή· οὓς καὶ λίθους ὀνομάζει, μέρη τινὰ τῆς ὅλης οἰκίας ἤτοι τοῦ ἔθνους ὑποδεικνύς. Οὗτοι δὲ ἦσαν, τινὲς μὲν τῶν κατὰ καιροὺς βασιλέων εἰς ἑτέρας λατρείας περιπλανῶντες τὸν λαόν· τινὲς δὲ τῶν ψευδοπροφητῶν, τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καθὰ γέγραπται, καὶ τὴν τῶν ἀκροωμένων εὐλάβειαν παραλύοντες, οὓς καὶ ὑπεξαιρεῖσθαι τῆς οἰκίας κελεύει, σημαίνων τὸν ἐκείνων ἀφορισμὸν, ἤτοι τὴν εἰς ἀφανισμὸν ἐκβολήν. Ὁποῖόν ἐστιν ἐπὶ μὲν τῷ Ἰεχονίᾳ τὸ εἰρημένον παρὰ Θεοῦ· Γῆ, ἄκουε τῶν λόγων Κυρίου. Γράψον τὸν ἄνδρα τοῦτον, ἐκκήρυκτον ἄνθρωπον. Ἐπὶ δὲ τοῖς ψευδομάντεσι· ∆ιὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. Ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου. Καὶ πάλιν ἐκεῖνο· ∆ιὰ τοῦτο ἡγούμενοι λαοῦ ἀποῤῥιφήσονται ἐξ οἴκου τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν. Καὶ πάλιν· Ἕνεκεν ἀκαθαρσίας, διεφθάρη φθορᾷ. Τὸ δὲ ἀντὶ τῶν ὑφαιρεθέντων λίθους ἑτέρους ἀντεισάγεσθαι πάλιν, καθαροὺς καὶ ἀπεξυσμένους, δηλοῖ τὸ κατὰ καιρὸν ἀναδείκνυσθαί τινας διὰ τῆς τοῦ Θεοῦ βουλῆς, τοὺς ἀντιστηρίζοντας τὸν οἶκον Ἰσραὴλ, καὶ συνέχοντας εἰς ἀδιάφθορον τόπον, ἢ βασιλέας δηλονότι, ἢ προφήτας, ἢ ἁγίους. Ὡς ἐν τῷ πρὸς τὸν μακάριον Ἡσαΐαν εἰρημένῳ παρὰ Θεοῦ· Τάδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸ παστοφόριον, πρὸς Ὀμνᾶν τὸν ταμίαν, καὶ εἰπὸν αὐτῷ· Τί σὺ ὧδε; καὶ τί σοί ἐστιν ὧδε; ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγλυψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν. Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκβαλεῖ ἐκτρίψαι ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου, καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ. Καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα. Καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου, καὶ ἐκ τῆς στάσεώς σου. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καλέσω τὸν παῖδά μου Ἐλειακεὶμ τὸν τοῦ Χελκίου, καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ, καὶ τὸ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ, καὶ ἔσται ὡς πατὴρ τοῖς οἰκοῦσιν ἐν Ἱερουσαλήμ. Ἀλλὰ καὶ χοῦν ἕτερον, φησὶν, λήψονται, καὶ ἐξαλείψουσι τὴν οἰκίαν· τὸ Ἐξαλείψουσιν, ἀντὶ τοῦ περιαλείψουσι τεθεικώς. Σημαίνει δὲ καὶ τοῦτο τὴν διὰ τῶν ἁγίων προφητῶν γεγενημένην παράκλησιν τῷ Ἰσραὴλ, οἳ καλοῖς τε καὶ ἀγαθοῖς περιαλείφοντες λόγοις τοὺς ἁμαρτάνοντας, ἀνέπειθον ἰέναι προθύμως ἐπὶ τὸ δοκοῦν τῷ Θεῷ, καὶ ἀποτρίβεσθαι μὲν τὴν ἐκ παθῶν βεβή 69.573 λωσιν, ζηλοῦν δὲ μᾶλλον καὶ ἐπείγεσθαι ἐφ' οἷς ἂν ὁ νομοθέτης εἰδέναι χρήσιμον τοὺς λατρεύοντας αὐτῷ. Ὁποῖόν ἐστι τὸ δι' ἑνὸς τῶν ἁγίων πρὸς αὐτοὺς εἰρημένον· Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσεσθε, καὶ ἔσται Κύριος ὁ Θεὸς, ὁ παντοκράτωρ οὕτως μεθ' ὑμῶν. Καὶ μετὰ τοῦτό φησιν· Ἐὰν δὲ ἐπέλθῃ πάλιν ἁφὴ τῆς λέπρας, καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξελθεῖν τοὺς λίθους, καὶ μετὰ τὸ ἀποξυσθῆναι τὴν οἰκίαν, καὶ μετὰ τὸ ἐξαλειφθῆναι. Καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καὶ ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ. Λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ· ἀκάθαρτός ἐστιν. Καὶ καθελοῦσι τὴν οἰκίαν, καὶ τὰ ξύλα αὐτῆς, καὶ τοὺς λίθους αὐτῆς, καὶ πάντα τὸν χοῦν