Ἀργείων δὶς κεῖται τὸ «Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο», νῦν μὲν τοῦ Πολυδάμαντος, μετ' ὀλίγα δὲ τοῦ Ἀκάμαντος, ἐπὶ δὲ Τρώων τὸ μὲν ἔλλαβε δισσολογεῖται, τὰ δὲ λοιπὰ ἑτεροιοῦνται. (ῃ. 475 ετ 504) Φησὶ γὰρ «Τρῶας δ' ἄχος ἔλλαβε θυμόν», καὶ «τοὺς δ' ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα». (ῃ. 459 ς.) Ὅρα δὲ καὶ τὸ μάλιστα δὶς ῥηθὲν κατὰ συνέχειαν ἐν τῷ «μάλιστα θυμὸν ὄρινε τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα». διὰ σαφήνειαν δὲ πρόσκειται τὸ «τῷ Τελαμωνιάδῃ», ὡς ἂν διασταλῇ τοῦ Ὀϊλείδου, ὡς πρὸ βραχέων ἀριστεύοντος. (ῃ. 463) Τὸ δὲ λικριφίς ἅπαξ μέν, φασίν, ὧδε καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ εἴρηται, δηλοῖ δὲ τὸ πλαγίως καί, ὡς ἄν τις εἴποι, λέχριος, ἢ λίαν χρίμψας καὶ πλησιάσας τῇ γῇ. Τὸ δὲ «κόμισε χροΐ» ἐντελῶς ἀνωτέρω ῥηθὲν καὶ σαφῶς, ἄλλως ἐνταῦθα ἐρρέθη ψιλῶς «κόμισεν», οἷα ἐκεῖ διασαφηθέν. (ῃ. 464) Κεῖται δ' ἐν τούτοις καὶ θανάτου αἰτία σεμνή, θεῖον βούλημα. φησὶ γὰρ περί τινος Ἀρχελόχου, ὅτι αὐτῷ γὰρ θεοὶ βούλευσαν ὄλεθρον. ἔνθα ὅρα τὸ ἐβούλευσαν ἐνεργητικῶς προενεχθέν. (ῃ. 465) Συνεοχμὸν δὲ κεφαλῆς εἰπεῖν καὶ συνοχὴν ταὐτόν ἐστιν, ἤγουν συγκόλλησιν, συγκράτησιν. προϋπάρχει δ' αὐτῶν τὸ ἔχειν, ὅθεν καὶ τὸ ἔχμα, περὶ οὗ προείρηται. Προϋπόκειται δὲ τοῦ συνεοχμοῦ ὁ ὀχμός, ἐξ οὗ καὶ ὀχμάζειν, τὸ συνέχειν, ὡς τὸ «μέσον μ' ὀχμάζεις», καὶ «πατρός ὀχμάσας δέμας». (ῃ. 466) Ἀστράγαλον δὲ οὐ τὸν ἐν ποσὶ λέγει-τοὺς γὰρ τοιούτους, ὡς καὶ Ἀριστοτέλης φησίν, οὔτε ἄνθρωπος ἔχει οὔτε τι τῶν μωνύχων καὶ ἀκεράτων-, ἀλλὰ τὸν σπόνδυλον, ὅς ἐστι κεφαλῆς καὶ αὐχένος συνεοχμός, ἤγουν συνοχμός, πλεονάζει γὰρ τὸ ˉε, καὶ συνοχὴ τραχήλου καὶ κεφαλῆς, τῷ ἰνίῳ συνάπτων καὶ καλούμενος θέσις 3.680 ἐγκεφάλου. [Ἰστέον δὲ ὡς, εἰ καὶ μὴ ἐνταῦθα, ἐν γοῦν τοῖς ἑξῆς μεμνήσεταί που ὁ ποιητὴς ἀστραγάλων τῶν κατὰ πόδας. καὶ ῥηθήσεται μὲν καὶ ἐκεῖ τὸ ἀρκοῦν, οὐκ ἂν δὲ εἴη περιττὸν καὶ ἐνταῦθα δηλῶσαι ὅτι, καθάπερ ὁ σπονδύλου δηλωτικὸς ἀστράγαλος παρὰ τὸ ἀστραβὲς ἐτυμολογεῖται, οὕτω καὶ ὁ κατὰ πόδας, καὶ ὅτι ἐκ τοιούτων ἀστραγάλων καὶ τὸ ἀστραγαλίζειν καὶ μάστιγες ἀστραγαλωταί, καὶ ὅτι ἀπ' αὐτῶν τῇ ἱστορίᾳ συμβολὴ γίνεταί τις εἰς δεῖγμα τῆς Ἀντιόχου τοῦ Ἐπιφανοῦς, φασίν, ἢ Ἐπιμανοῦς ἀφελείας εἴτεμανίας. Λέγεται γὰρ ὡς ἀδιακρίτως δωρούμενος ἐδίδου τοῖς μὲν ἀστραγάλους δορκαδείους, τοῖς δὲ φοινικοβαλάνους, ἄλλοις δὲ χρυσόν. Εἰ δὲ καὶ Ἀνάχαρσις πυθομένου τινός, εἰς τί Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ, ἔφη ὅτι πρὸς τὸ ἀριθμεῖν, σκώπτων ἐκείνους εἰς φειδωλίαν, ἀλλ' ὁ ῥηθεὶς Ἀντίοχος τοῦτο μὲν οὐκ ἂν ἤκουσεν, ἐφ' οἷς ἐσκόρπιζε τὸ χρυσίον, ἐσκώφθη δὲ ἂν ἐς μεγακήτεα πόντον σπείρειν αὐτὸ ἢ κατὰ πετρῶν ἠλιβάτων, τῶν ἐπιτρίπτων δηλαδὴ κολάκων. Ἐπὶ δὲ τοῖς ζωϊκοῖς ἀστραγάλοις ἀστεῖον καὶ τὸ τοῦ ∆ιογένους, ὃς τῶν νομισμάτων καταγνοὺς ἐν τῇ ἑαυτοῦ, φασί, πολιτείᾳ ἐνομοθέτησε νόμισμα εἶναι ἀστραγάλους.] Ἀποκέρσαι δὲ τένοντας Αἰολικῶς τὸ ἀποκεῖραι, ὅ ἐστι παντελῶς διακόψαι. (ῃ. 467) Τὸ δὲ ῥῖνες πληθυντικῶς λέγει διὰ τοὺς αὐτόθι δύο πόρους. ἐνταῦθα δὲ ἐπισημαντέον, ὡς ἀπὸ τῶν τοιούτων ῥινῶν δοκεῖ λέγεσθαι ἐπὶ ἀπάτης τὸ ῥινᾶν, ὡς ἐκ μεταφορᾶς τῶν δι' ὀσφρήσεως ἀπατωμένων ἢ καὶ ἀπατώντων. Ἡ δὲ χρῆσις τῆς λέξεως καὶ παρὰ Παυσανίᾳ, ὅς φησιν, ὅτι ῥινᾶν τὸ ἐξαπατᾶν. Μένανδρος «ἔγωγ' ἐπίσταμαι ῥινᾶν». (ῃ. 472) Ἡ δὲ ˉἐˉξ πρόθεσις λόγῳ κάλλους καὶ αὐτὴ ἐν τέλει στίχου ἐτέθη κρουστικώτερον τῷ τόνῳ, καθάπερ καὶ ἡ ˉπˉρˉο καὶ ἡ ˉσˉυˉν ἐν τῷ «Ἰλιόθι πρό», καὶ «Ἀρτέμιδι 3.681 ξύν». (ῃ. 474) Τὸ δὲ «ἄγχιστα ἐῴκει» ἰσοδυναμεῖ μὲν τῷ «ἄγχι μάλιστα», ὃ πρὸ ὀλίγων κεῖται, ταὐτὸν δέ ἐστι νῦν τῷ σχεδόν. σύστοιχα γὰρ τὸ σχεδόν καὶ ἐγγύς καὶ ἀγχοῦ καὶ ἄγχι καὶ ἄγχι μάλιστα καὶ ἄγχιστα. ἀλλ' οὕτω μὲν καὶ ὁ Αἴας μετὰ τὸν Πολυδάμαντα κατὰ εἰρωνείαν ἐπὶ τῷ υἱῷ σαρκάζει τοῦ Ἀντήνορος. (ῃ. 476 ς.) Αὐτίκα δὲ καὶ Ἀκάμας, ὁ καὶ αὐτὸς Ἀντηνορίδης,»ἀμφὶ κασιγνήτῳ βεβαώς», ἤγουν βοηθῶν τῷ ἀδελφῷ Ἀρχελόχῳ, ὅμοιόν τι ποιεῖ, Ὁμήρου τεχνικῶς τὰ σκυθρωπὰ ἱλαρύνοντος τοῖς ἀκροαταῖς, οἷς ἐν ἀστειότητι σαρκάζει, καὶ