204
προήχθης εἰς τοσοῦτον καὶ ὀργῆς καὶ λύπης. ἐγὼ δὲ μήτ' ἀκηκοέναι τοῦ ἀνθρώπου λέγοντος ὁμολογῶ, μήτ' εἰ καὶ συνέβαινε πυθέσθαι, προὔργου ποιήσασθαι κολάζειν τὸν εἰπόντα. οὐδὲ γὰρ αὐτὸς σὺ ἐλάττω δύναμιν ἔχεις ἢ ἐγὼ, κολάζειν τε τοὺς προσκρούοντας καὶ συγγνώμην παρέχειν, ἂν ἐθέλῃς. εἰ μὲν οὖν ἐκείνων ἕνεκα τῶν λόγων μόνον ἀγανακτεῖς, παρὰ σαυτοῦ μᾶλλον ἢ παρ' ἐμοῦ προσήκει λαμβάνειν δίκας. εἰ δὲ καί τινος ἑτέρου δέῃ, 2.28 ὅπερ ἄχρι νῦν ἄγνωστον ἐμοὶ, λέγειν θαῤῥοῦντα, ὡς παρ' ἐμοὶ δύσκολον ἐσόμενον μηδὲν, ὅπερ ἄν σοι κατὰ γνώμην ᾖ, εἰ μὴ πάντη τῶν ἀδυνατωτάτων εἴη.» τοιαῦτα μὲν ἡ βασιλὶς πρὸς τοὺς τοῦ μεγάλου δομεστίκου λόγους ἀπεκρίνατο. ὁ δ' ἔφασκεν, αὐτόν τε παντάπασιν ἠγνοηκέναι τὴν δύναμιν τῶν λόγων τῶν αὐτοῦ, καὶ βασιλίδα τὴν διάνοιαν τῶν γινομένων μάλιστα ὡς ποῤῥωτάτω ἔχειν. ἵνα δὲ αὐτός τε εἰδῇς καὶ βασιλίδι φράσῃς, ὡς δίκαια διανοοῦμαι, ὡς ἔχω περὶ τῶν πραγμάτων ἄκουσον. τὴν μὲν ἐμοῦ τε καὶ βασιλέως ἐκείνου πρὸς ἀλλήλους ἐκ παίδων ἀκροτάτην φιλίαν σύ τ' ἂν ἀγνοοίης, ὥσπερ εἰκὸς, καὶ ἡ βασιλὶς πρὸς τὴν οἰκείαν διατρίβουσα. ὅσα μέντοι γε πρὸς βασιλέα τὸν πάππον, πολέμου καὶ ἀρχομένου καὶ τελευτῶντος, ὅτε τῶν ἄλλων ἁπάντων πολλὰς καὶ παντοδαπὰς ὑποστάντων τὰς μεταβολὰς, πάντων ἀντιτεταγμένων, σχεδὸν εἰς ἐσχάτην ἀπορίαν συνηλάθη, αὐτῷ προθύμως συνηγωνισάμην, μήτε σώματος φειδόμενος, μήτε χρημάτων, μήτ' ἄλλου τῶν οἰκείων μηδενὸς, ἀλλ' ἐν τοῖς μάλιστα ἐπείγουσι τῶν καιρῶν καὶ δεομένοις γνησίων φίλων, πάντα ἐγινόμην αὐτῷ καὶ τῶν δεόντων ἐνέλιπον οὐδὲν, καὶ μετὰ τὸ τῶν πραγμάτων ἐγκρατῆ γενέσθαι, ὅσα τε πρὸς τοὺς ἔξωθεν πολεμίους, καὶ Ἕλληνας λέγω καὶ βαρβάρους, καὶ πρὸς τοὺς ἔνδον ἐπιβούλους, ὥσπερ ἄλλος ὢν αὐτὸς, καὶ συγκατειργαζόμην καὶ συνδιέφερον αὐτῷ τοὺς ὑπὲρ ἑαυτοῦ πόνους καὶ 2.29 κινδύνους, ἐῶ γὰρ λέγειν τὴν διοίκησιν τῶν πραγμάτων, ὡς αὐτὸς πάντα πόνον ὑφιστάμενος, ἄλυπον αὐτῷ καὶ ἄπονον ἐποίουν τὴν ἀρχὴν, πάντες μὲν ἂν εἰδεῖεν Ῥωμαῖοι, αὐτῶν σαφέστατα βοώντων τῶν πραγμάτων, καὶ συμμαρτυρήσαιεν ἐμοί· τῶν ἄλλων δὲ πάντων μάλιστα ἡ βασιλὶς, ὅσα μὴ μόνον ὑπὸ τῶν πραγμάτων, ἀλλὰ καὶ βασιλέως αὐτοῦ τὴν πρὸς ἀλλήλους ἡμῶν ὁμόνοιαν, τὴν πάντας, ὡς ἐγᾦμαι, καὶ τοὺς πάλαι καὶ τοὺς νῦν ὑπερελάσασαν ἐπὶ φιλίᾳ ὑμνουμένους, σαφῶς διδασκομένη. ἐφ' οἷς οὐκ ὠφελεῖσθαι μόνον παρ' ἑκατέρων συνέβαινεν ἡμῖν, ἀλλὰ καὶ τὸν ἄχρι νῦν χρόνον εὐκλεέστατα βιβιωκέναι. ἄτοπον οὖν, τὸν μὲν προτοῦ χρόνον ἅπαντα μηδέποτε μηδεμίαν ἀδοξίας πρόφασιν παρεσχηκέναι ἐμαυτῷ, νυνὶ δὲ ἑκοντὶ λοιδορίας ἄξια καὶ μέμψεως ποιεῖν. ἄν τε γὰρ ἀγνοήσας, οἷ κακῶν τὰ πράγματα χωρήσει, ἐμαυτῷ μὲν ἀδοξίας, τοῖς λοιποῖς δὲ Ῥωμαίοις φθορᾶς καὶ κινδύνων αἴτιος καταστῶ, οὐδεμίαν παραιτεῖσθαι δίκαιος συγγνώμην αὐτὸς παρ' ἐμαυτῷ κριτῇ. ἄν τε καὶ συνορῶν, ὥσπερ ἤδη καὶ ἐπίσταμαι σαφῶς, ἔπειτα καταμαλακιζοίμην δέει τοῦ μὴ δοκεῖν ἐν καιροῖς ἐπικινδύνοις τὴν ἀρχὴν μεθίεσθαι, οὐ λοιδορίας ἄξιος μόνον, ἀλλὰ καὶ δίκης τῆς ἐσχάτης, ὅτι, καίτοι προειδὼς, ὑπέμεινα ἑκὼν εἶναι κακὸς ὀφθῆναι καὶ μήτε καιροῖς, μήτε πράγμασιν ὡς δέον χρήσασθαι εἰδώς. οὗ δὲ ἕνεκα κινδύνων τε καὶ ἀδοξίας ἔγνων 2.30 ἀπαλλάττειν ἐμαυτόν. καίτοι γε οὐδὲ βασιλίδι τε καὶ τοῖς βασιλέως παισὶν ἐκ τῆς ἀδοξίας ταυτησὶ καὶ τῶν κινδύνων ὠφέλειάν τινα ἔξεστι πορίζειν. ἦν γὰρ ἂν τοῦτο παραμύθιον οὐ φαῦλον. ὡς ἂν δὲ μὴ δοκῶ τοὺς ὑπὲρ τῶν βασιλέως παίδων πόνους καὶ κινδύνους ἀποδιδράσκειν, νῦν μὲν ἐν τῆς εἰρήνης τοῖς καιροῖς, ὅτε μήτε πόλεμος οὐδεὶς, μήτε κακῶν προσδοκία μηδεμία, πατριάρχης τε καὶ σύγκλητος ἅμα βασιλίδι ἰθυνόντων τὴν ἀρχὴν καὶ τὰ ἐκ ταύτης ἀγαθὰ καὶ τὰς τιμὰς καρπούσθων. ἐὰν δέ ποτε συμβαίη πόλεμόν τινα ἀναφυῆναι, κίνδυνον ἀπειλοῦντα βασιλέως τοῖς παισὶ, τότ' αὐτὸς ἤδη προθύμως τοῖς κινδύνοις ἐμπαρέξω ἐμαυτὸν, καὶ ἢ συνδιασώσω τὴν ἀρχὴν αὐτοῖς ἢ ὑπὲρ αὐτῶν μαχούμενος πεσοῦμαι, ὡς ἂν ἐμοὶ μὲν οἱ πόνοι καὶ τὸ κινδυνεύειν, ὑμῖν δὲ τὸ ἐντρυφᾷν τοῖς πράγμασι καὶ αὐτῶν καταπολαύειν, μηδενὸς παρενοχλοῦντος,