204
πεποίητο ῳ μυῖαι περιεκάθηντο τὰς πληγάς, καί τις οἰκτείρων αὐτὸν ἀποδιώκειν αὐτὰς ἐπεχείρει, ἀποτρέψαντος δὲ ἐκείνου ηρετο τὴν αἰτίαν ὁ διώκειν τὰς μυίας πειρώμενος, ὁ δέ γε τραυματίας "αυται μέν" ἀπεκρίνατο "τοῦ αιματος ἐμπλησθεῖσαι οὐ πάνυ μοι δι' οχλου εἰσίν, εἰ δ' ἀποσοβηθεῖεν αυται, ηξουσι νεαλεῖς καὶ λιμώττουσαι μᾶλλόν με ὀδυνήσουσι." τῆς δὲ πρὸς ταῦτα βραδυτῆτος τοῦ Τιβερίου καὶ τόδε μαρτύριον οτι δύο καὶ εικοσιν ἐπὶ τῆς αὐταρχίας ἀνύσας ἐνιαυτοὺς δύο τοῖς ̓Ιουδαίοις ἐξέπεμψεν αρξοντας τοῦ εθνους αὐτῶν, Γράτον τε καὶ Πιλάτον. τοιοῦτος ουν τυγχάνων ἐν απασιν οὐδὲ τὸν Ευτυχον ἠξίου ἀκροάσεως. ̓Αγρίππας δὲ τὴν ̓Αντωνίαν ἱκέτευε παρασκευάσαι τὸν Καίσαρα ἀκροάσασθαι τοῦ Εὐτύχου. ἡ δ' ̓Αντωνία διὰ τιμῆς ην Τιβερίῳ καὶ ὡς γαμετὴ γενομένη ∆ρούσου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ διὰ τὸ σῶφρον ὡς μάλιστα. νέα γὰρ χηρεύσασα τῇ χηρείᾳ παρέμεινε καὶ γάμον ἀπείπατο δεύτερον, καίπερ τοῦ αὐ2.23 τοκράτορος αὐτὸν ἐπιτρέποντος, καὶ ουτω τὸν βίον διήνυσεν ὡς καὶ λοιδοριῶν ἀνωτέρω γενέσθαι. διὰ δὴ ταῦτα τῷ Τιβερίῳ τετίμητο καὶ οτι καὶ εὐεργέτις αὐτοῦ γέγονεν, ἐπιβουλὴν παρὰ πολλῶν καὶ δυνατῶν συστᾶσαν μηνύσασα. ὑπὸ ταύτης ουν ἀξιούμενος ἐξετάσαι τὸν Ευτυχον, εφη "ιστωσαν οἱ θεοί, ̓Αντωνία, οτι οὐ κατὰ γνώμην ἐμὴν τὰ πραχθησόμενα εσονται, ἐκ δέ γε σῆς παρακλήσεως." καὶ τὸν Ευτυχον ἀχθῆναι κελεύει. καὶ παραστὰς ελεγεν ὡς "Γάιός τε καὶ ̓Αγρίππας, ω δέσποτα, συνωμίλουν, καὶ ̓Αγρίππας εφη, εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα ῃ μεταστὰς ουτος ὁ γέρων χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ εσται ἡμῖν ἐμποδὼν Τιβέριος ὁ αὐτοῦ υἱωνός, ὑπὸ σοῦ τελευτῶν. καὶ η τε οἰκουμένη γένοιτ' αν μακαρία, καὶ πρὸ ταύτης ἐγώ." Τιβερίῳ δὲ οἱ λόγοι ηγηντο ἀληθεῖς· αμα δὲ καὶ μῆνιν ̓Αγρίππᾳ τηρῶν οτι μὴ τὸν υἱωνὸν αὐτοῦ θεραπεύειν ειλετο, ολος δὲ μετέπεσε πρὸς τὸν Γάιον, ἑνὶ τῶν παρεστηκότων δῆσαι αὐτὸν ἐκέλευσε. καὶ ηγετο δέσμιος ἐν πορφυρίσιν ων ετι, καὶ πρὸ τοῦ βασιλείου εἱστήκει δένδρῳ ὑπ' ἀθυμίας ἐπικλιθείς. ησαν δ' ἐκεῖ καὶ ετεροι ἐν δεσμοῖς. καὶ ὀρνέου πρὸς τὸ δένδρον ἐκεῖνο καταπταμένου, βουβῶνα τὸν ορνιν ̔Ρωμαῖοι καλοῦσι, τῶν δεσμωτῶν τις θεασάμενος ηρετο τὸν αὐτὸν τηροῦντα στρατιώτην οστις ειη ὁ ἐν τῇ πορφυρίδι· καὶ μαθὼν ἠξίωσε τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν. καὶ τυχών "ω νεανία" φησίν, "ἀπαλλαγήν τέ σοι τῶν δεσμῶν ταχίστην εὐαγγελίζομαι καὶ προκοπὴν ἐπὶ μήκιστον ἀξιώματος καὶ δυνάμεως, καὶ ὡς ζηλωτὸς εσῃ τοῖς αρτι οἰκτιζομένοις σε, καὶ ἐν εὐδαιμονίᾳ τελευτήσεις, παισὶ τὸν ολβον λιπών. οτε δ' εἰσαῦθις τὸν ορνιν 2.24 τοῦτον θεάσαιο, ισθι σου τηνικαῦτα μετὰ πέντε ἡμέρας ἐσομένην τὴν τελευτήν. εὐδαιμονήσας μέντοι κατὰ τὴν ἡμετέραν πρόρρησιν, μνήμην ποιοῦ καὶ ἡμῶν, ὡς διαφευξόμεθα τὴν δυστυχίαν ῃ τανῦν σύνεσμεν." καὶ ὁ μὲν ταῦτα εἰπὼν τότε μὲν γέλωτα ωφλεν, υστερον δ' ἐφάνη θαύματος αξιος. Ην ουν ἐν τοῖς δεσμοῖς ὁ ̓Αγρίππας ἐπὶ μῆνας εξ. Τιβέριος δὲ μαλακιζόμενος τῆς νόσου κραταιουμένης Ευοδον κελεύει, ος τῶν ἀπελευθέρων ην αὐτῷ τιμιώτατος, τὰ τέκνα προσαγαγεῖν αὐτῷ διαλεξομένῳ σφίσι πρὶν τελευτῆς. οὐκ ησαν δὲ παῖδες αὐτῷ· ὁ γὰρ υἱὸς αὐτοῦ ∆ροῦσος ετυχε τεθνεώς· υἱωνὸς δ' ἐξ ἐκείνου αὐτῷ ην Τιβέριος Γέμελλος, καὶ ἀδελφιδοῦς Γάιος Γερμανικοῦ παῖς συγγόνου αὐτοῦ, νεανίας ηδη καὶ παιδείᾳ ἐσχολακὼς καὶ παρὰ τοῦ δήμου φιλούμενος καὶ τιμώμενος διὰ τὴν τοῦ πατρὸς ἀρετήν. κελεύσας ουν ὁ Τιβέριος εωθεν τοὺς παῖδας εἰσαγαγεῖν εἰς τὴν αυριον· ην δ' αὐτῷ τὸ βουλόμενον τῷ υἱωνῷ μάλιστα καταλιπεῖν τὴν ἀρχήν, τέως δ' ουν οἰώνισμα εθετο εἰς ἐκεῖνον βούλεσθαι τὸ θεῖον περιελθεῖν τὴν ἀρχὴν ος αν πρὸς αὐτὸν ἀφίκοιτο πρότερος, πέμπει κελεύων τῷ παιδαγωγῷ τοῦ υἱωνοῦ πρωιαίτερον αγειν τὸν παῖδα. καὶ ηδη γεγονυίας ἡμέρας πέμπει τὸν Ευοδον εἰσκαλεῖν τὸν παρόντα τῶν παίδων· ἐκεῖνος δὲ τὸν Γάιον πρὸ δωματίου καταλαβὼν εἰσήγαγε πρὸς Τιβέριον. ὁ δὲ τῆς τοῦ θείου δυνάμεως εἰς εννοιαν ἐλθὼν κατωλοφύρατο ὡς ἐπ' ἀπολωλότι τῷ υἱωνῷ. καίπερ