204
τοῦτο ποιοῦντες φασὶ μὴ εχειν ἁμαρτίαν. μισοῦσι δὲ τὴν ἐγκράτειαν καὶ κατὰ ἀνατολὰς οὐκ ευχονται. τινὲς ̓Οσσαῖοι γράφουσιν. † ̓Εσσηρόσ. ὁ μάντις.† ̓Εσσεβών. ὁ ἀῤῥαβὼν, ἑβραϊστί. καὶ ἀντὶ τοῦ εσωθεν. ̓Εσσήν. ὁ βασιλεὺς τῶν μελισσῶν. ἡ γενικὴ τοῦ ἐσσῆνος. epsilon.878 ̓Ες κόρακασ. εἰς σκότος. εἰς ολεθρον. ̓Εσμόσ. κυρίως τὸ πλῆθος, καὶ ὁ οχλος τῶν μελισσῶν. παρὰ τὸ αμα πετομένας ιεσθαι. ̔Εσπέριοι. οἱ ἐπὶ τὴν δύσιν οἰκοῦντες. Εσπεροσ. ἀστὴρ, ος κάλλιστος ἐν οὐρανῷ ισταται. ειτε καὶ ὁ καιρὸς, ειτε καὶ ὁ ἀστήρ. ἀπὸ τοῦ εσω ποιεῖν τὰ ζῶα περᾷν ἀναπαυσόμενα. η ὁ πέρας τῆς ἑῴας φέρων. ̔Εστιαιεύσ. κύριον. καὶ ̔Εστιαῖος. ̔Εστιάτωρ. ὁ δειπνοκλήτωρ. ̓Εσχαρίτησ. αρτος ὁ ἀπὸ κλιβάνου. Εσχατοσ. ὁ τελευταῖος. ἀπὸ τοῦ εχω. εχατος καὶ εσχατος. περὶ τὰ τέλη γινόμενοι, ἐνεχόμεθα η βαδίζειν η ἀριθμεῖν, η ο, τι ποιεῖν οὐκ ετι προβῆναι δύναται. ἀλλὰ υστερος κεῖται τοῦ πρώτου. (Θηλυκόν.) ̓Ες ἀώ. εἰς μίαν ἡμέραν. ̓Εσαώρασ. εἰς καιρούς. Εσσα. ονομα πόλεως. epsilon.879 ̓Εσθήσεσιν. ἱματίοις. ἐσθήσεσιν ἀστραπτούσαις. ̓Εσθήσ. τὸ ἱμάτιον. παρὰ τὸ εω, τὸ ἐνδύομαι, ἑστής. ωσπερ παρὰ τὸ ἀργὸς ἀργὴς, ἀφ' ου τό· -ἀργῆτα κεραυνόν. καὶ γυμνὸς γυμνής· ουτως καὶ ἐστὸς ἐστὴς καὶ ἐσθής. ̔Εσία. ἡ πρεσβεία. αἰσία δὲ ἡ δικαία καὶ ἡ πρέπουσα, δίφθογγον. ̓Εσκουπονδία. στρατιωτικὰ ἐφόδια κατὰ ̔Ρωμαίους. ̔Εσπέρα. ἡλίου στέρησις η πέρας τῆς ἡμέρας· εως γὰρ ἡ ἡμέρα. ̓Ες ἠῶ. εἰς ἡμέραν. ̔Εστιάδεσ. αἱ ἱέρειαι. ̔Εστία. ἡ οἰκία, δίαιτα, οικησις, βωμὸς, χυτρόπους, ἐσχάρα. ̔Εστιατορία. ἡ ἑστίασις. ̓Εσχατιά. τὸ εσχατον μέρος τῆς ἐρημίας, η ὁ εσχατος τόπος τῆς γῆς, η τὰ νομὰς εχοντα χωρία. καὶ τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ελεγον, οις γειτνιᾷ ορος ειτε θάλασσα. epsilon.880 ̓Εσχάτη ἀδικία. ακρα καὶ τελεία. ̓Εσχατόωσαν. ἐσχάτην κειμένην. ̓Εσχάρα. Λυκοῦργος καὶ ̓Αμμώνιος τὴν ἑστίαν λέγουσι τὴν μὴ εχουσαν υψος, ἀλλ' ἐπὶ γῆς ἱδρυμένην η κοίλην. παρὸ καὶ τοὺς ἰατροὺς τὰ ἐν σώματι κοῖλα ελκη λέγουσι καλεῖν ἐσχάρας. ̓Εσχάραι καὶ αἱ ἐπ' ἐδάφους ἀνθρακίαι. οσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι. ̓Εσχάτη γαστήρ. τὸ κοιλοέντερον λέγει ὁ ̔Ιπποκράτης. καὶ ὁ Ψελλός· τὸν θώρακα δὲ κίθαρον, κρατῆρας τοὺς ὀδόντας. τὸ κῶλον καὶ τὸ εντερον ἐσχάτην τῆς γαστέρος. εστι δ' οπου τὸν τράχηλον στόμαχον τῆς γαστέρος. (Οὐδέτερον.) ̓Εσθημάτων. ἱματίων. Εσθοσ. τὸ ἱμάτιον. ̓Εσθλά. ἀγαθά. ἐσθλὸς ἐὼν αλλου κρείττονος ἀντέτυχεν. ̔Εσπέρια. τὰ δυτικά. Εσοπτρον. κάτοπτρον. ἐσόπτρῳ ἐνορῶντες. ̔Εστιατορεῖον. δειπνοκλητόριον. epsilon.881 ̓Ες τάχος γράφει. ἀττικῶς ουτω λέγει. καὶ ἐς κάλλος γράφει, ἀλλ' οὐ καλλιγραφεῖ. ̓Εσχαρίου πυρόσ. τοῦ ἐπὶ τῆς ἐσχάρας. Ηριπεν ἐσχαρίου λάβρον ἐπ' ασθμα πυρός. Εσχατα κακά. τὰ μεγάλα παθεῖν. μὴ τὰ εσχατα αὐτὸν περιϊδεῖν παθόντα. ἀντὶ τοῦ λίαν, μέγα. ̓Εσχάριον. τὸ θυμιατήριον. τοῦ Ψελλοῦ· τὸ δὲ θυμιατήριον ἐσχάριόν μοι κάλει. ̓Εσάλευε καὶ ἀπεσάλευε. τοῦτο ἐπὶ νεῶν λέγεται καὶ ἐπὶ ἀνθρώπων. σημαίνει δὲ ἡ λέξις τὰς ἐλπίδας ἐπὶ τούτοις ειχεν. Εσσατο. περιεβάλλετο. εσσατο ∆αμαρέτου θυγάτηρ. Εσαν. ὑπῆρχον. εστι παρατατικὸς τρίτου προσώπου τῶν πληθυντικῶν τῶν εἰς ˉμˉι. τοίοι εσαν κήρυκες καὶ ὀτρυρώ-. ̓Εσέφθη. ἐσεβάσθη, ἐτίμησε, καὶ ἀντὶ τοῦ ἐθαύμασε καὶ ἐξεπλάγη, καὶ ἀντὶ τοῦ ἐμαντεύθη. ̓Εσεσήρεσαν. ἀντὶ τοῦ ἐκεχήνεσαν. ἡ μεταφορὰ ἀπὸ τῶν ὀργιζομένων κυνῶν. ἐς ἀλλήλας epsilon.882 ἐσεσήρεσαν ἡμιμανές τε καὶ αγριον οἱ Σκύθαι. ̓Εσεσήρει. ὠργίζετο. λίαν γὰρ εἰς αὐτὴν ἡ Θεοδώρα ἠγριαίνετο καὶ ἐσεσήρει. η ἐσεσήρει ἀντὶ τοῦ ἐδυσχέραινεν. Εσεισεν. ἀντὶ τοῦ ἐλύπησεν. εσεισέ μου τὴν καρδίαν. καὶ ἀντὶ τοῦ ἐτάραξεν. ἐσείσθησαν λαοί. ̓Εσήλατο. εἰσῆλθεν, εἰσέφρησεν, ἐπεισῆλθεν, εἰσεπήδησεν. ̓Εσήμαινε. προσέτασσεν. ὁρῶν τὸ πρόθυμον τῶν ̔Ρωμαίων, ἐσήμαινε τοῖς ἑαυτῷ ἑπομένοις ἐπικουρεῖν. Εσθενε. σθένους καὶ δυνάμεως μετεῖχεν. εστενε δὲ, ἀντὶ τοῦ ἐστέναζεν. ̓Εσθίειν λέγεται. εσθειν δὲ σπανίως καὶ ειπερ αρα οἱ ποιηταί. Εσθε. τρῶγε. Εσθω. τρώγω. ἀφ' ου παράγωγον ἐσθίω. καὶ ἡ μετοχὴ ὁ εσθων. εσθων καὶ πίνων. παρὰ τὸ εδος ἐστός. ὡς βάζω, βιβαστὸς, ἐγείρω, ἐγερτός·