204
αὐτοῦ, ὧν ἐποίησεν, καὶ φυλάξῃ πάσας τὰς ἐντολάς μου, καὶ ποιήσῃ δικαιοσύνην, καὶ ἔλεος, καὶ κρῖμα, αὑτὸς τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν. Καὶ εἶδεν καὶ ἀπέστρεψεν ἐκ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ, ὧν ἐποίησεν, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ. Πάντα 96.109 τὰ παραπτώματα αὐτοῦ οὐ μὴ μνησθήσεται, ἀλλ' ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ζήσεται. Μὴ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, λέγει Κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν;» «Εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου, ὅτι δίδως ἐπὶ ἁμαρτήμασι μετάνοιαν.» «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου.» «Περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου, προσθεῖναι ἐφ' ἁμαρτίας ἁμαρτίας. Καὶ μὴ εἴπῃς· Ὁ οἰκτιρμὸς αὐτοῦ πολὺς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται. Μὴ ἀναμείνῃς ἐπιστρέψαι ἐπὶ Κύριον, καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας. Ἐξαπίνης γὰρ ἐλεύσεται ὀργὴ Κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.» «Τέκνον, ἥμαρτες; μὴ προσθῇς ἔτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι.» «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» «∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.» «Ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ, τοῦ εἰρηκότος αὐτῷ, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσεις με· καὶ ἐξελθὼν ἔξω, ἔκλαυσεν πικρῶς.» «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς, εἰς μετάνοιαν.» «Ἥτις γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς;» «Ἄνθρωπός τις εἶχεν δύο υἱούς· καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ' οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς, ἀπεδήμησεν εἰς χώραν μακρὰν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὑτοῦ, ζῶν ἀσώτως. ∆απανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὑτοῦ βόσκειν χοίρους, καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν, εἶπεν· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτον, ἐγὼ δὲ ἀπόλλυμαι! Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὑτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, εἶδεν 96.112 αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. Εἶπεν δὲ αὐτῷ ὁ υἱός· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Εἶπεν δὲ ὁ πατὴρ αὐτοῦ πρὸς τοὺς δούλους αὑτοῦ· Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτὸν, καὶ δότε δακτύλιον εἰς τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ ἐνέγκατε τὸν μόσχον τὸν σιτευτὸν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν, καὶ ηὑρέθη.» «Ἡ κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.» «Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθήσεσθε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» «Ἐὰν ὁμολογήσωμεν τὰς ἁμαρτίας ἡμῶν, καὶ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἀδικίας.» «Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστόν.» Ἐκακώθημεν διὰ τῆς ἁμαρτίας, ἰαθῶμεν διὰ τῆς μετανοίας. Μετάνοια δὲ χωρὶς νηστείας ἀργή. Πρόσεχε σεαυτῷ, ἵνα κατὰ ἀναλογίαν τοῦ πλημμελήματος, καὶ τὴν ἐκ τῆς θεραπείας βοήθειαν καταδέξῃ. Μέγα καὶ χαλεπὸν τὸ ἁμάρτημα; πολλή σοι