204
ὁ μακάριος μέμνηται Παῦλος· "Προσεληλύθατε, λέγων, Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρα νοῖς." ζʹ. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;" Ὁ δὲ Σύμμαχος οὕτως· Τίς γὰρ ἐν αἰθέρι ἀντιπαραθήσει τῷ Κυρίῳ, ἐξισάσει τῷ Κυρίῳ ἐν υἱοῖς θεῶν· Υἱοὺς Θεοῦ καλεῖ τοὺς θεοὺς, ὡς υἱοὺς ἀνθρώπων τοὺς ἀν θρώπους. Καλεῖ δὲ θεοὺς, οὐχ ὡς ὄντας, ἀλλ' ὡς παρὰ τοῖς ἀπίστοις νομιζομένους. Λέγει τοίνυν, ὅτι Καὶ τῶν ἐπουρανίων ὑπέρκεισαι, καὶ πάντων ἀσυγκρίτως ὑπέρτερος εἶ, καὶ οὐδείς σοι τῶν ὄντων παραβληθῆναι δυνήσεται. Ἐλέγχεται γὰρ τῶν ὑπὸ τῶν ἀνθρώπων θεοποιουμένων τὸ ψεῦδος· ἡ δὲ σὴ δύναμις διαρκὴς καὶ ἀνώλεθρος. Τοιούτοις καὶ ἀλλαχοῦ κέχρηται λόγοις φάσκων· "Καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς." Ταύτην δὲ ποιοῦνται τὴν παρεξέτασιν, οὐκ ἀγνοοῦντες οἱ προφῆται τῆς διαφορᾶς τὴν ὑπερβο λὴν, ἀλλὰ τῇ τῶν ἀπίστων ἀσθενείᾳ σύμμετρον διδα σκαλίαν προσφέροντες. ηʹ. "Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων· μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περι κύκλῳ αὐτοῦ." Ἐπειδὴ τῶν οὐκ ὄντων θεῶν ἐμνημόνευσεν, ἠγνοεῖτο δὲ παρὰ τοῖς δυσσεβέσιν ὁ ὢν Θεὸς, εἰκότως τοὺς ἁγίους παρήγαγε, παρ' ὧν ὁ ἀληθὴς ὑμνεῖται Θεὸς, οἷς καὶ φοβερός ἐστιν, ἅτε δὴ πελάζουσιν αὐτῷ, καὶ τὴν ἄῤῥητον αὐτοῦ γινώσκουσι δύναμιν. Βουλὴν δὲ ἁγίων ὠνόμασεν ἐνταῦθα τῶν ἁγίων τὸν σύλλογον. θʹ. "Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου." Συνεχῶς τῆς ἀληθείας μνημονεύουσι, ποθοῦντες ἰδεῖν τὸ τῶν ὑποσχέσεων ἀψευδές· καί φασι πρὸς 80.1581 αὐτόν, Τίς σοι, ∆έσποτα, τῶν ὄντων δύναται συγκρι θῆναι; Τῶν δυνάμεων εἶ Κύριος καὶ Θεὸς, δύναμιν ἔχεις σύνδρομον τῇ βουλήσει· ἀληθῆ πάντα καὶ βέβαια παρὰ σοί. Εἶτα διέξεισι τῆς δυνάμεως τὰ τεκμήρια. ιʹ, ιαʹ. "Σὺ δεσπόζεις τὸ κράτος τῆς θαλάσ σης· τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ κατα πραΰνεις. Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερή φανον· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρ πισας τοὺς ἐχθρούς σου." Σὺ εἶ, φησὶ, τῶν ἁπάντων δημιουργὸς καὶ δεσπότης· καὶ ῥᾴδιόν σοι καὶ διεγεῖ ραι τὴν θάλασσαν, καὶ γαλήνην ἐργάσασθαι. Τῆς δὲ θαλάσσης μνημονεύσας, καὶ τῶν ἐν ταύτῃ γεγε νημένων ἀναμιμνήσκει. Ὑπερήφανον γὰρ τὸν Φα ραὼ καλεῖ, καὶ ἐχθροὺς τοὺς Αἰγυπτίους, οὓς τῇ θαλάττῃ παρέδωκε, καὶ διέσωσε τὸν οἰκεῖον λαόν. Προλέγει δὲ κατὰ ταυτὸν καὶ τῶν τῆς ἀλαζονείας διδασκάλων τὸν ὄλεθρον· καὶ τούτους γὰρ σὺν τῇ πονηρᾷ στρατιᾷ ἐν τῷ παναγίῳ καταλύει βαπτί σματι· [καθάπερ ἐκεῖ διὰ Μωϋσοῦ, ἐνταῦθα διὰ τοῦ ἱερέως.] ιβʹ. "Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην, καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμε λίωσας." Οὐ γὰρ μόνον τῆς θαλάττης καὶ τῆς γῆς ἁπάσης, ἀλλὰ καὶ τῶν ὑπερκειμένων οὐρανῶν σὺ εἶ ποιητὴς καὶ δημιουργός. Σὸν γὰρ ἔργον οὐ μόνον ὁ ὁρώμενος οὐρανὸς, ἀλλὰ καὶ ὁ τούτου ὑπέρ τερος. ιγʹ. "Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτι σας." Ὁ δὲ Θεοδοτίων οὕτως· Βοῤῥᾶν καὶ νό τον σὺ ἔκτισας. [Τὸν δὲ νότον θάλασσαν καλεῖ, ἐπειδὴ αὐτὸς μάλιστα τὸ κύτος αὐτῆς συνταράσσει.] Καὶ οἱ ἄνεμοι, φησὶ, καὶ αὐτὰ τῆς οἰκουμένης τὰ τμήματα, σοῦ ὑπάρχει δημιουργήματα. Οὐχ ἁπλῶς δὲ τῶν δύο τμημάτων ἐμνημόνευσε τούτων· ἀλλ' ἐπειδὴ τῆς Ἰερουσαλὴμ κατὰ νότον μέν εἰσιν οἱ Αἰγύπτιοι, κατὰ βοῤῥᾶν δὲ οἱ Ἀσσύριοι· καταλύσας δὲ Αἰγυπτίων τὸ θράσος, τὴν ἐλευθερίαν αὐτοῖς ἐδω ρήσατο. Ῥᾴδιόν σοι, φησὶ, καταλῦσαι καὶ τούτους ὡς ἐκείνους. Οὗ γενομένου, "Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται." ∆ιὰ τούτων δὲ πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας παρεδήλωσε. Ταῦτα γὰρ ἐκείνης εἰσὶ τὰ ὄρη τῆς γῆς. Τὸ δὲ ἀγαλλιά σονται ὁ μὲν Ἀκύλας αἰνέσουσιν, ὁ δὲ Σύμμα χος εὐφημήσουσιν εἴρηκεν. Οὐ μὴν τὰ ὄρη τοῦτο δράσειν εἴρηκεν, ἀλλὰ τοὺς τὰ ὄρη, ἢ παρὰ τὰ ὄρη, οἰκοῦντας ἀνθρώπους. 80.1584 ιδʹ. "Σὸς ὁ βραχίων μετὰ δυναστείας." Ἴδιόν σου τὸ δυνατῶς ἅπαντα ἐνεργεῖν. Τὸν γὰρ βραχίονα ἐπὶ τῆς ἐνεργείας, τὴν δὲ δυναστείαν ἐπὶ τῆς δυνά μεως ἔλαβε· καὶ γὰρ