204
διυπνισθῆναι Χριστόν, εἰρηνευθῆναι τὴν ἐκκλησίαν, σωθῆναί με, τὸν πανάθλιον μέν, φιλοῦντα δέ σε λίαν. 322 {1Βασιλείῳ μονάζοντι}1 Ὡς ἔμαθον ὅτι καὶ αὐτὸς συλληφθεὶς ὑπὸ τῶν ἀνόμων ἐνήθλησας ὑπὲρ Χριστοῦ, ἱερὲ Βασίλειε καὶ τοῦ Μεγάλου ἀπόγονε Βασιλείου, ἥσθην, ἐδόξασα, ᾔνεσα, ηὐχαρίστησα τῷ Κυρίῳ, τῷ καλέσαντί σε εἰς κοινωνίαν τῶν παθημάτων αὐτοῦ δι' ὧν ἤνεγκας πληγῶν ἐν τῷ νώτῳ καὶ τῆς παρούσης φυλακῆς. ἔδει τοίνυν, ἔδει οὕτω φιλομαθῆ ὄντα καὶ φιλόθεον μὴ ἀγέραστον ὀφθῆναί σε τῆς τῶν ὁμολογούντων θεοδοξίας, ἀλλὰ συμμετασχεῖν τῶν ἄλλων καὶ ὀνομαστὸν γενέσθαι καὶ τεθῆναι εἰς φῶς τῶν ἐν σκότει. Στῆθι οὖν, ὦ γενναῖε, καὶ πρὸς τὰ μέλλοντα, μὴ δεδοικώς τι· Χριστὸς γὰρ μετὰ σοῦ, ὁ νικῶν ἐν ἡμῖν καὶ νικήσας τὸν ἰσχυρὸν καὶ δοὺς ἡμῖν αὐτὸν ὑποπάτιον. 323 {1Μεγαλῷ καὶ Μαρίᾳ μοναζούσαισ}1 Τὸ γράμμα ὑμῶν τίμιον καὶ ἡ προσηγορία συνετή· ἡ δὲ ἀγγελία, τί εἴπω, ὀδυνηρὰ ἢ χαροποιός; ὁ ἐμὸς πατὴρ ἐξεδήμησεν, ὁ ὁμολογητὴς Χριστοῦ, ὁ δεύτερος Ἰώβ, τὸ ἐγκαλλώπισμα τῶν μοναστῶν, ὁ τῆς ἀγάπης δημιουργός, ὁ παντοφίλητος ἀνήρ, ὁ τοῦ θεοῦ ἄνθρωπος, ὁ πολύδακρυς ὀφθαλμός, ὁ φιλομαθὴς νοῦς, ὁ θείᾳ γνώσει πεπλουτισμένος, ὁ πολὺς ἐν ταπεινοφροσύνῃ καὶ πολλοστὸς ἐν συνέσει, ὁ περιφανὴς πρὸ σχήματος καὶ μετὰ τὴν μοναχικὴν τελείωσιν ὑπέρτερος, ὁ δεθεὶς ἐν ἀγάπῃ θεοῦ κἀντεῦθεν μισήσας κόσμον δούς τε προῖκα πάντα Χριστῷ, πολύολβον οὐσίαν, εἶτα διαζευχθεὶς περιδόξου ὁμοζύγου γένους τε καὶ φίλων καὶ συνήθων· ὁ καταλελοιπὼς περίγειον ἀξίωμα, οἶκον, πόλιν, πατρίδα, καὶ ταῦτα ἐν ἀκμαζούσῃ ἡλικίᾳ εὐπρεπείᾳ τε προσώπου καὶ ὕψει ἡλικίας, εὐσθενείᾳ τε σώματος καὶ ἀμφοτεροδεξιότητι τρόπων νοητῶν τε καὶ ὁρατῶν. καὶ πλέον τούτων ἄν τις εἰπὼν ἐλάττω ἔλθοι τῆς τοῦ ἀνδρὸς ἀρετῆς. οὗτος ᾤχετο, ἀνῆλθεν πρὸς Κύριον. ποῦ καὶ πῶς; ἀρθεὶς φόρτῳ ἐκ τῆς ποίμνης διὰ τὴν δύσοιστον νόσον, φυλακισθεὶς ἐν ἄστει ἄλλοις δύο ἔτεσι καὶ πρός, ἔπειτα ἐξορισθεὶς ἐν νήσῳ τινὶ κἀκεῖσε τελειώσας τὸν ὁμολογητικὸν δρόμον ὑπὲρ Χριστοῦ. Οὐκ ὀδυνηρόν μοι οὖν τὸ πάθος, ἀλλὰ καὶ λίαν περιχαρές· οὐ τέθνηκεν, ἀλλὰ μετέστη εἰς αἰώνιον ζωήν, οὐ γῆ αὐτὸν ἐκάλυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. ὑπέλαβεν αὐτὸν ἡ ὁμολογητῶν χορεία, ἡ ἀσκητῶν ὁμοσκηνία, ὅπου τὸ φῶς τὸ ἀληθινόν, ἔνθα αἱ μακαρίαι ἀναπαύσεις, ἀνθ' ὧν εἵλετο κόπων καὶ πόνων ἐν σαρκὶ ἀσκητικῶς τε καὶ ὁμολογητικῶς. νῦν μοι πανήγυρις, ἑορτή, θυμηδία, ἀλλὰ μὴν καὶ πᾶσιν ὀρθοδόξοις, προστάτην εἰς θεὸν παραπέμψασιν σύνδρομον τῶν προδραμόντων μαρτύρων τανῦν. ἀγαλλιάσθω ἡ ἐκκλησία ὅτι στύλους ἔτι κτᾶται, εὐφραινέσθω ὁ ἱερὸς θίασος ὅτι φωστῆρες ἐν κόσμῳ πάλιν ἀνίσχουσι, φρυκτωροῦντες τοὺς ἐν σκότει τῆς αἱρέσεως. ὤ, ὤ, πάτερ, πάτερ, ὡς καλός σου ὁ δρόμος, ὡς ὅσιον τὸ μνημόσυνόν σου, ὡς μακάριον τὸ ὑπόμνημά σου· ὅλος σὺ φαιδρός, ὅλος χαρίεις. τίς σε ἰδὼν οὐκ ἠγάπηκεν, τίς δὲ συντυχὼν οὐ γεγλύκανται; ἡ συνουσία σου ἐφετή, ἡ ἀρετὴ γνωριστική. τί τὸ λοιπόν; μέμνησο ὡς τῆς ποίμνης σου κἀμοῦ τοῦ σοῦ υἱοῦ, κἂν ἐλαχίστου καὶ ἐρριμμένου. οἶδας τὸν πόθον σου τὸν ἐν ἐμοὶ ὡς κἀγὼ τὸν ἐν σοὶ ἐμοῦ. βόησον ὑπὲρ πάσης τῆς ἐκκλησίας πρὸς Κύριον, δεήθητι καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ τάχει ἐλθεῖν πρὸς σέ, ἐν ᾧ τρόπῳ τετελείωσαι. Αὗται μέν μοι αἱ φωναὶ πρὸς τὸν κοινὸν πατέρα. ὑμᾶς δὲ παρακαλῶ μὴ προδοῦναι τὴν πίστιν, ὁσίως βιοῦν ὡς ἐκείνου ὄντες θατέρα θατέρως, ἡ μὲν ὁμόζυγος, ἡ δὲ τῆς ὁμοζύγου ὁμαίμων, ὡς ἂν σὺν ἐκείνῳ δόξης τῆς ἀιδίου ἀπολαύσοιτε. 324 {1Γενναδίῳ τέκνῳ}1 Ἃ μὲν γέγραφας, τέκνον, ἔγνων, καὶ ἃ γέγραφας πεποιθήσεως καὶ περιποθήσεως δείγματα· ἀλλ' ἡμεῖς οὐχ ὡς νομίζεις καὶ λέγεις, ἁμαρτωλοὶ δὲ καὶ ἐνδεεῖς φωτός. πλὴν ἡ πίστις σου σωσάτω σε ὅπουπερ ἂν ᾖς, τοῦτο μὲν ἐκ τῆς φονοκτονούσης αἱρέσεως, τοῦτο δὲ καὶ ἐκ πάσης ἁμαρτητικῆς ἐνεργείας. καλῶς ἐπιθυμεῖς ῥυσθῆναι τοῦ φθοροποιοῦ κόσμου, λύτρωσις δέ ἐστιν ἡ φυγὴ τῆς ἁμαρτίας, ἧς ἡ πρᾶξις θάνατος αἰώνιος καὶ ἡ