1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

204

χρόνῳ τῆς δʹ ἰνδικτιῶνος, τῇ ἑορτῇ τῆς ἁγίας πεντηκοστῆς, ἔστεψε Κωνσταντῖνος ὁ δυσσεβὴς βασιλεὺς τὸν ἑαυτοῦ υἱὸν Λέοντα εἰς βασιλέα δι' Ἀναστασίου, τοῦ ψευδωνύμου πατριάρχου καὶ σύμφρονος αὐτοῦ. 427 Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη εʹ. ιʹ. αʹ. ιζʹ. καʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἐστασίασαν οἱ Χαλκιδεῖς τοῖς Μαυροφόροις Πέρσαις καὶ ἀνῃρέθησαν ὑπ' αὐτῶν ἐν τοῖς ὁρίοις Ἐμέσης χιλιάδες δʹ. τὸ αὐτὸ δὲ γέγονε καὶ κατὰ τὴν Ἀραβίαν εἰς τοὺς Καϊσινοὺς ὑπὸ τῶν αὐτῶν Περσῶν. ἐλθούσης δὲ τῆς κεφαλῆς τοῦ Μαρουὰμ ἐσμυρνισμένης, ἐπαύσαντο αἱ πλείους τῶν στάσεων. καὶ τῷ αὐτῷ ἔτει ἐκοιμήθη ὁ ἁγιώτατος πατριάρχης Ἀντιοχείας Θεοφύλακτος μηνὶ ∆αισίῳ κθʹ. Ἀντιοχείας ἐπίσκοπος Θεόδωρος ἔτη ʹ. ιαʹ. βʹ. ιηʹ. κβʹ. αʹ. Τούτῳ τῷ ἔτει τοὺς πλείους τῶν Χριστιανῶν ὡς συγγενεῖς τῶν προαρξάντων ἀνεῖλον οἱ προσφάτως κρατήσαντες, δόλῳ τούτους χειρωσάμενοι εἰς Ἀντιπατρίδα τῆς Παλαιστίνης. καὶ τῷ αὐτῷ χρόνῳ Κωνσταντῖνος τὴν Θεοδοσιούπολιν παρέλαβεν ἅμα τῇ Μελιτηνῇ, καὶ ᾐχμαλώτευσε τοὺς Ἀρμενίους. Θεόδωρος δέ, ὁ υἱὸς τοῦ Βικαρίου, τῆς μικρᾶς Ἀραβίας ὁρμώμενος ἐχειροτονήθη πατριάρχης Ἀντιοχείας. ιβʹ. γʹ. ιθʹ. κγʹ. βʹ. Τούτῳ τῷ ἔτει ἀρθεὶς τῷ φρονήματι Κωνσταντῖνος ὁ δυσσεβὴς πολλὰ κατὰ τῆς ἐκκλησίας καὶ ὀρθοδόξου πίστεως μελετῶν, σιλέντια καθ' ἑκάστην ποιῶν τὸν λαὸν ἔπειθε πρὸς τὸ ἴδιον αὐτοῦ φρόνημα δολίως ἕπεσθαι, προοδοποιῶν τὴν μέλλουσαν αὐτῷ ἔσεσθαι τελείαν ἀσέβειαν. ιγʹ. δʹ. κʹ. κδʹ. γʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ ἀνιέρως τοῦ θρόνου Κωνσταντινουπόλεως ἡγησάμενος τέθνηκε σὺν τῇ ψυχῇ καὶ τῷ σώματι οἰκτίστῳ πάθει, τῷ λεγομένῳ χορδαψῷ, κόπρον διὰ στόματος ἐμέσας, ἀξίαν ἔτισε δίκην ὑπὲρ τῆς κατὰ θεοῦ καὶ τοῦ διδασκάλου τόλμης. τῷ δ' αὐτῷ ἔτει καὶ Κωνσταντῖνος ὁ δυσσεβὴς κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων παράνομον συνέδριον τληʹ ἐπισκόπων συνέλεξεν ἐν τῷ τῆς Ἱερείας παλατίῳ, ὧν ἐξῆρχε Θεοδόσιος ὁ Ἐφέσου, υἱὸς Ἀψιμάρου, καὶ Παστιλλᾶς ὁ Πέργης· οἳ καθ' ἑαυτοὺς τὰ δόξαντα δογματίσαντες, μηδενὸς παρόντος ἐκ τῶν καθολικῶν θρόνων, Ῥώμης, φημί, καὶ Ἀλεξανδρείας καὶ Ἀντιοχείας καὶ Ἱεροσολύμων, ἀπὸ 428 ιʹ τοῦ Φεβρουαρίου μηνὸς ἀρξάμενοι διήρκεσαν ἕως ηʹ τοῦ Αὐγούστου τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος. καθ' ἣν ἐν Βλαχέρναις ἐλθόντες οἱ τῆς θεοτόκου πολέμιοι, ἀνῆλθε Κωνσταντῖνος ἐν τῷ ἄμβωνι κρατῶν Κωνσταντῖνον μοναχόν, ἐπίσκοπον γενόμενον τοῦ Συλλαίου, καὶ ἐπευξάμενος ἔφη μεγάλῃ τῇ φωνῇ· "Κωνσταντίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη." καὶ τῇ κζʹ τοῦ αὐτοῦ μηνὸς ἀνῆλθεν ὁ βασιλεὺς ἐν τῷ Φόρῳ σὺν Κωνσταντίνῳ τῷ ἀνιέρῳ προέδρῳ καὶ τοῖς λοιποῖς ἐπισκόποις, καὶ ἐξεφώνησαν τὴν ἑαυτῶν κακόδοξον αἵρεσιν ἐνώπιον παντὸς τοῦ λαοῦ ἀναθεματίσαντες Γερμανὸν τὸν ἁγιώτατον καὶ Γεώργιον τὸν Κύπριον καὶ Ἰωάννην τὸν Χρυσορρόαν ∆αμασκηνὸν τὸν Μανσούρ, ἄνδρας ἁγίους καὶ αἰδεσίμους διδασκάλους. Κωνσταντινουπόλεως ἐπίσκοπος Κωνσταντῖνος ἔτη ιβʹ. ιδʹ. εʹ. καʹ. αʹ. δʹ. Τούτῳ τῷ ἔτει Μουάμεδ, ὁ καὶ Ἀβουλαβᾶς, τέθνηκε κρατήσας ἔτη εʹ. ἦν δὲ Ἀβδελᾶς, ὁ ἀδελφὸς αὐτοῦ, εἰς τὸν τόπον τῆς βλασφημίας αὐτῶν τὸ Μάκχα. γράφει οὖν πρὸς τὸν Ἀβουμουσλὶμ ὄντα κατὰ τὴν Περσίδα φυλάξαι αὐτῷ τὸν τόπον τῆς ἀρχῆς, καθὼς ἐκληρώθη αὐτῷ. ὁ δὲ μαθὼν Ἀβδελᾶν, τὸν υἱὸν Ἀλίμ, ἀδελφὸν δὲ Σαλίμ, τὸν μονοστράτηγον Συρίας, τὴν ἀρχὴν αὐτῷ περιποιούμενον καὶ ἐρχόμενον κρατῆσαι τῆς Περσίδος, ἐναντιούμενον δὲ τοῖς Πέρσαις καὶ προσκείμενον τοῖς τῆς Συρίας, οἳ καὶ συνεμάχουν αὐτῷ, διεγείρας τὰ σὺν αὐτῷ στρατόπεδα συμβάλλει αὐτῷ κατὰ τὴν Νιτσίβιν καὶ νικήσας αὐτὸν ὁ Ἀβουμουσλὶμ πολλοὺς ἔκτεινεν. ἦσαν γὰρ οἱ πλείους Σκλάβοι καὶ Ἀντιοχεῖς. ὁ δὲ Ἀβδελᾶς μόνος περισωθεὶς μετ' ὀλίγας ἡμέρας ᾐτήσατο λόγον λαβεῖν παρὰ τοῦ ἄλλου Ἀβδελᾶ, τοῦ ἀδελφοῦ Μουάμεδ, καταλαβόντος σπουδῇ πολλῇ τὴν Περσικὴν ἐκ τοῦ Μάκχα· ὅν τινα φρουρήσας ἐν οἰκίσκῳ σαθρῷ καὶ κατορυχθῆναι 429 προστάξας τὰ θεμέλια λάθρα τοῦτον ἀπέκτεινεν. τὸν δὲ Ἀβουμουσλὶμ μηνιῶντα